# Jewish Antiquities 338-344

Flavius Josephus, Jewish Antiquities, 338 to 344. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/338

ὁ δὲ πεισθεὶς ἧκε πρὸς τὸν Ἰάκωβον δεόμενος τῷ παιδὶ αὐτοῦ Συχέμμῃ συζεῦξαι Δεῖναν κατὰ νόμον. Ἰάκωβος δὲ οὔτʼ ἀντιλέγειν ἔχων διὰ τὸ ἀξίωμα τοῦ παρακαλοῦντος οὔτε νόμιμον ἡγούμενος ἀλλοφύλῳ συνοικίζειν τὴν θυγατέρα ἠξίωσεν ἐπιτρέψαι αὐτῷ βουλὴν ἀγαγεῖν περὶ ὧν παρακαλεῖ. ἀπῄει μὲν οὖν ὁ βασιλεὺς ἐλπίζων Ἰάκωβον παρέξειν τὸν γάμον, Ἰάκωβος δὲ τοῖς παισὶ δηλώσας τήν τε φθορὰν τῆς ἀδελφῆς καὶ τοῦ Ἐμμώρου τὴν δέησιν ἠξίου βουλεύεσθαι τί δεῖ ποιεῖν. οἱ μὲν οὖν πλείους ἡσύχαζον γνώμης ἀποροῦντες, Σεμεὼν δὲ καὶ Λευὶς ὁμομήτριοι τῆς κόρης ἀδελφοὶ συντίθενται πρὸς ἀλλήλους τοιάνδε τινὰ πρᾶξιν· οὔσης ἑορτῆς καὶ τῶν Σικιμιωτῶν εἰς ἄνεσιν καὶ εὐωχίαν τετραμμένων νύκτωρ πρώτοις ἐπιβαλόντες τοῖς φύλαξι κτείνουσι κοιμωμένους καὶ παρελθόντες εἰς τὴν πόλιν ἀναιροῦσι πᾶν ἄρρεν καὶ τὸν βασιλέα σὺν αὐτοῖς καὶ τὸν υἱὸν αὐτοῦ, φείδονται δὲ τῶν γυναικῶν. πράξαντες δὲ ταῦτα δίχα τῆς τοῦ πατρὸς γνώμης ἐπανάγουσι τὴν ἀδελφήν. Ἰακώβῳ δὲ ἐκπλαγέντι πρὸς τὸ μέγεθος τῶν γεγονότων καὶ χαλεπαίνοντι πρὸς τοὺς υἱοὺς ὁ θεὸς παραστὰς ἐκέλευσε θαρρεῖν, ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν, ἃς τὸ πρῶτον ἀπιὼν εἰς τὴν Μεσοποταμίαν ἐπὶ τῇ ὄψει τοῦ ὀνείρου ηὔξατο. ἁγνίζων οὖν τοὺς ἑπομένους ἐπιτυγχάνει τοῖς Λαβάνου θεοῖς, οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχήλης κλαπέντας, καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν, ἀπάρας τε τοὐντεῦθεν ἐν Βαιθήλοις ἔθυεν, ὅπου τὸ ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας. Ἐντεῦθεν δὲ προϊὼν ἐπεὶ κατὰ τὴν Ἐφραθηνὴν γίνεται, ἐνθάδε Ῥαχήλαν ἐκ τοκετοῦ θανοῦσαν θάπτει μόνην τῶν συγγενῶν τῆς ἐν Νεβρῶνι τιμῆς οὐ τυχοῦσαν. πενθήσας δὲ μεγάλως τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε διὰ τὴν ἐπʼ αὐτῷ γενομένην ὀδύνην τῇ μητρί. οὗτοι Ἰακώβου παῖδες οἱ πάντες, ἄρρενες μὲν δώδεκα θήλεια δὲ μία. τούτων ὀκτὼ γνήσιοι, ἐκ Λείας μὲν ἕξ, δύο δὲ ἐκ Ῥαχήλης, τέσσαρες δὲ ἐκ τῶν θεραπαινίδων δύο ἐξ ἑκατέρας, ὧν καὶ τὰ ὀνόματα πάντων προεῖπον.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
