# Jewish Antiquities 344-4-351

Flavius Josephus, Jewish Antiquities, 344 to 351. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/344-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/344-4
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:344-4-351

καὶ ὃς ἔκπλουν ἐκ τοῦ ὀξέος ποιησάμενος καὶ ἀφικόμενος εἰς Ἰουδαίαν λαμβάνει τὸν Ἀρχέλαον ἐν εὐωχίαις ὄντα μετὰ τῶν φίλων, τήν τε διάνοιαν ἀποσημαίνει τὴν Καίσαρος καὶ ὥρμησεν αὐτὸν εἰς τὴν ἔξοδον. καὶ ὁ Καῖσαρ ἀφικομένου ἐπί τινων κατηγόρων ἀκροᾶται καὶ αὐτοῦ λέγοντος ἐκεῖνον μὲν φυγάδα ἐλαύνει δοὺς οἰκητήριον αὐτῷ Βίενναν πόλιν τῆς Γαλατίας, τὰ δὲ χρήματα ἀπηνέγκατο. Πρότερον δὲ ἢ κληθεὶς ἐπὶ Ῥώμης ἀνελθεῖν Ἀρχέλαος ὄναρ τοιόνδε ἐκδιηγεῖται τοῖς φίλοις θεασάμενος· ἀστάχυας δέκα τὸν ἀριθμὸν πλέους πυροῦ τὴν ἰδίαν ἀκμὴν ἀπειληφότας δόξα ἦν αὐτῷ βιβρωσκομένους ὑπὸ βοῶν θεωρεῖν. καὶ περιεγρόμενος φέρειν εἰς μέγα δόξαν τὴν ὄψιν αὐτῷ μεταστέλλεται τοὺς μάντεις, οἷς περὶ ὀνειράτων ἦσαν αἱ ἀναστροφαί. σκιδναμένων δὲ ἑτέρων ἐφʼ ἑτέροις, οὐ γὰρ εἰς ἕνα ἔκειτο πᾶσιν ἀφήγησις, Σίμων ἀνὴρ γένος Ἐσσαῖος ἀσφάλειαν αἰτησάμενος, μεταβολὴν πραγμάτων ἔλεγεν Ἀρχελάῳ φέρειν τὴν ὄψιν οὐκ ἐπʼ ἀγαθοῖς πράγμασιν· βόας μὲν γὰρ κακοπαθείας τε ἀποσαφεῖν διὰ τὸ ἔργοις ἐπιταλαιπωρεῖν τὸ ζῷον, μεταβολὰς δὲ αὖ πραγμάτων διὰ τὸ τὴν γῆν πόνῳ τῷ ἐκείνων ἀρουμένην ἐν ταὐτῷ μένειν οὐ δύνασθαι· τοὺς δὲ ἀστάχυας δέκα ὄντας τοσῶνδε ἀριθμὸν ἐνιαυτῶν ὁρίζειν, περιόδῳ γὰρ ἑνὸς παραγίνεσθαι θέρος, καὶ τὸν χρόνον ἐξήκειν Ἀρχελάῳ τῆς ἡγεμονίας. καὶ ὁ μὲν ταύτῃ ἐξηγήσατο τὸν ὄνειρον. πέμπτῃ δὲ ἡμέρᾳ μεθʼ ὃ τὸ πρῶτον αὐτοῦ ἡ ὄψις Ἀρχελάῳ συνῆλθεν ὁ ἀνακαλούμενος Ἀρχέλαος πεμπτὸς εἰς Ἰουδαίαν ἀφίκετο. Παραπλήσια δὲ καὶ Γλαφύρᾳ τῇ γυναικὶ αὐτοῦ συντυγχάνει βασιλέως Ἀρχελάου θυγατρὶ οὔσῃ, ᾗ καὶ πρότερον εἶπον συνῴκει παρθένον λαβὼν Ἀλέξανδρος Ἡρώδου μὲν υἱὸς Ἀρχελάου δʼ ἀδελφός. ἐπεὶ δὲ συμβαίνει τὸν Ἀλέξανδρον ὑπὸ τοῦ πατρὸς τελευτῆσαι, Ἰόβᾳ τῷ Λιβύων βασιλεῖ γαμεῖται, μεταστάντος δὲ τοῦ Λίβυος χηρεύουσαν ἐν Καππαδοκίᾳ παρὰ τῷ πατρὶ Ἀρχέλαος ἄγεται τὴν συνοῦσαν αὐτῷ Μαριάμμην ἐκβαλών· τοσόσδε τῆς Γλαφύρας ἀνέστρεψεν ἔρως. καὶ συνοικοῦσα τῷ Ἀρχελάῳ τοιόνδε ὄναρ θεᾶται· ἐδόκει τὸν Ἀλέξανδρον ἐπιστάντα θεασαμένη χαίρειν καὶ περιβάλλειν προθύμως, τὸν δὲ κατάμεμψίν τε αὐτῆς ποιεῖσθαι καὶ φάναι·

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
