# Jewish Antiquities 367-3-374

Flavius Josephus, Jewish Antiquities, 367 to 374. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/367-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/367-3
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:367-3-374

ἤδη δέ φασιν οὐδʼ αὐτὸν ἀμελεῖν τοῦ τοιούτου μέρους, ἀλλὰ πολλάκις ἰδιώτου σχῆμα λαμβάνοντα καταμίγνυσθαι νύκτωρ εἰς τοὺς ὄχλους, καὶ πεῖραν αὐτῶν, ἣν ἔχουσιν ὑπὲρ τῆς ἀρχῆς, λαμβάνειν. τοὺς μὲν οὖν παντάπασιν ἐξαυθαδιζομένους πρὸς τὸ μὴ συμπεριφέρεσθαι τοῖς ἐπιτηδεύμασιν πάντας ἐπεξῄει τοὺς τρόπους, τὸ δʼ ἄλλο πλῆθος ὅρκοις ἠξίου πρὸς τὴν πίστιν ὑπάγεσθαι καὶ συνηνάγκαζεν ἐνώμοτον αὐτῷ τὴν εὔνοιαν ἦ μὴν διαφυλάξειν ἐπὶ τῆς ἀρχῆς ὁμολογεῖν. οἱ μὲν οὖν πολλοὶ κατὰ θεραπείαν καὶ δέος εἶκον οἷς ἠξίου, τοὺς δὲ φρονήματος μεταποιουμένους καὶ δυσχεραίνοντας ἐπὶ τῷ καταναγκάζεσθαι πάντα τρόπον ἐκποδὼν ἐποιεῖτο. συνέπειθεν δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν ἐκείνοις συνδιατριβόντων τοὺς πλείστους ὀμνύειν· οἱ δʼ οὔτε συνεχώρησαν οὔθʼ ὁμοίως τοῖς ἀρνησαμένοις ἐκολάσθησαν ἐντροπῆς διὰ τὸν Πολλίωνα τυχόντες. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ παρʼ ἡμῖν Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτʼ ἔστιν διαίτῃ χρώμενον τῇ παρʼ Ἕλλησιν ὑπὸ Πυθαγόρου καταδεδειγμένῃ. περὶ τούτων μὲν οὖν ἐν ἄλλοις σαφέστερον διέξειμι. τοὺς δὲ Ἐσσηνοὺς ἀφʼ οἵας αἰτίας ἐτίμα μεῖζόν τι φρονῶν ἐπʼ αὐτοῖς ἢ κατὰ τὴν θνητὴν φύσιν, εἰπεῖν ἄξιον· οὐ γὰρ ἀπρεπὴς ὁ λόγος φανεῖται τῷ τῆς ἱστορίας γένει παραδηλῶν καὶ τὴν ὑπὲρ τούτων ὑπόληψιν. Ἦν τις τῶν Ἐσσηνῶν Μανάημος ὄνομα καὶ τἆλλα κατὰ τὴν προαίρεσιν τοῦ βίου καλοκαγαθίαν μαρτυρούμενος καὶ πρόγνωσιν ἐκ θεοῦ τῶν μελλόντων ἔχων. οὗτος ἔτι παῖδα τὸν Ἡρώδην εἰς διδασκάλου φοιτῶντα κατιδὼν βασιλέα Ἰουδαίων προσηγόρευσεν. ὁ δʼ ἀγνοεῖν ἢ κατειρωνεύεσθαι νομίζων αὐτὸν ἀνεμίμνησκεν ἰδιώτης ὤν. Μανάημος δὲ μειδιάσας ἠρέμα καὶ τύπτων τῇ χειρὶ κατὰ τῶν γλουτῶν ἀλλά τοι καὶ βασιλεύσεις, ἔφη, καὶ τὴν ἀρχὴν εὐδαιμόνως ἀπάξεις· ἠξίωσαι γὰρ ἐκ θεοῦ. καὶ μέμνησο τῶν Μαναήμου πληγῶν, ὥστε σοι καὶ τοῦτο σύμβολον εἶναι τῶν κατὰ τὴν τύχην μεταπτώσεων.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
