# Jewish Antiquities 38-7-42

Flavius Josephus, Jewish Antiquities, 38 to 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/38-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/38-7
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:38-7-42

τοῦτο δʼ ἐποίει φοβηθείς, μὴ μνησικακήσας ὁ Ἰωνάθης αὐτῷ τῆς ἔχθρας συνεπιθῆται. προσέταξεν οὖν αὐτῷ συναθροίζειν δύναμιν καὶ κατασκευάζειν ὅπλα καὶ τοὺς ὁμήρους, οὓς τῶν Ἰουδαίων ἐνέκλεισε Βακχίδης ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων, ἀπολαβεῖν. τοιούτων οὖν αὐτῷ τῶν παρὰ Δημητρίου προσπεσόντων ὁ Ἰωνάθης παραγενόμενος εἰς τὰ Ἱεροσόλυμα τὴν ἐπιστολὴν ἀνέγνω τοῦ βασιλέως ἀκουόντων τοῦ τε λαοῦ καὶ τῶν φρουρούντων τὴν ἀκρόπολιν. ἀναγνωσθέντων δὲ τούτων οἱ ἀσεβεῖς καὶ φυγάδες οἱ ἐκ τῆς ἀκροπόλεως λίαν ἔδεισαν ἐπιτετροφότος Ἰωνάθῃ τοῦ βασιλέως στρατιὰν συλλέγειν καὶ τοὺς ὁμήρους ἀπολαβεῖν. ὁ δὲ τοῖς γονεῦσιν ἑκάστῳ τὸν ἴδιον ἀπέδωκεν. καὶ οὕτως μὲν Ἰωνάθης ἐν Ἱεροσολύμοις τὴν μονὴν ἐποιεῖτο καινίζων τὰ κατὰ τὴν πόλιν καὶ πρὸς τὴν αὐτοῦ βούλησιν κατασκευάζων ἕκαστον. ἐκέλευσε γὰρ οἰκοδομηθῆναι καὶ τὰ τείχη τῆς πόλεως ἐκ λίθων τετραγώνων, ὡς ἂν ᾖ καὶ πρὸς τοὺς πολέμους ἀσφαλέστερα. ταῦτα δʼ ὁρῶντες οἱ τῶν φρουρίων τῶν ἐν τῇ Ἰουδαίᾳ φύλακες ἐκλιπόντες αὐτὰ πάντες ἔφυγον εἰς Ἀντιόχειαν πάρεξ τῶν ἐν Βαιθσούρᾳ πόλει καὶ τῶν ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων· οὗτοι γὰρ ἡ πλείων μοῖρα τῶν ἀσεβῶν καὶ πεφευγότων Ἰουδαίων ἦσαν καὶ διὰ τοῦτο τὰς φρουρὰς οὐκ ἐγκατέλιπον.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
