# Jewish Antiquities 389-2-396

Flavius Josephus, Jewish Antiquities, 389 to 396. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/389-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/389-2
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:389-2-396

διακαρτεροῦντός τε τοῦ Τίρωνος ὁρῶν ὁ νεανίσκος τὸν πατέρα χαλεπῶς μὲν ἤδη διακείμενον, ἔχοντα δὲ οὐδεμίαν ἐλπίδα σωτηρίας αὑτῷ τε τὸ μέλλον ἐκ τῆς περὶ τὸν πάσχοντα δυσχερείας προῦπτον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ παραιτήσεται διὰ τοῦ φράσαι τῆς βασάνου καὶ τῆς αἰκίας αὐτόν τε καὶ τὸν πατέρα. δόντος δὲ πίστιν ἐπὶ τούτοις ἔλεγεν ὡς εἴη τις συνθήκη ἐπιθέσθαι διʼ αὐτοχειρίας βασιλεῖ τὸν Τίρωνα, προσελθεῖν γὰρ εὔπορον εἶναι μόνον μόνῳ καὶ δράσαντα παθεῖν τι τῶν εἰκότων οὐκ ἀγεννὲς Ἀλεξάνδρῳ χαριζόμενον. ταῦτα μὲν οὖν ἐκεῖνος εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης, ἄδηλον εἴτε τὴν ἀλήθειαν ἐκβιασθεὶς φράζειν, εἴτε κἂν παραγραφὴν νοήσας τινὰ ταύτην τῶν κακῶν αὐτῷ καὶ τῷ γεγεννηκότι. Ὁ δὲ Ἡρώδης οὐδʼ εἴ τι πρότερον ἦν αὐτῷ ἐνδοιάσιμον περὶ τὴν τεκνοκτονίαν τούτῳ τόπον ἢ χώραν ἐν τῇ ψυχῇ καταλελοιπώς, ἀλλὰ πᾶν ἐξῃρημένος τὸ δυνησόμενον αὐτῷ μετάνοιαν ἀμείνονος λογισμοῦ παρασχεῖν ἔσπευσεν ἤδη τέλος ἐπιθεῖναι τῇ προαιρέσει. καὶ προαγαγὼν εἰς ἐκκλησίαν τριακοσίους τε τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τίρωνα σὺν τῷ παιδὶ καὶ τῷ πρὸ ἐκείνου διελέγχοντι κουρεῖ κατηγορίαν ἁπάντων αὐτῶν ἐποιήσατο. κἀκείνους μὲν τὸ πλῆθος ἀεὶ τοῖς παρατυχοῦσιν βάλλοντες ἀπέκτειναν. Ἀλέξανδρος δὲ καὶ Ἀριστόβουλος ἀχθέντες εἰς Σεβαστὴν ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ κτείνονται. τὰ δὲ σώματα νύκτωρ εἰς Ἀλεξάνδρειον ἀπέθεντο τοῦ τε μητροπάτορος ἐκεῖ καὶ τῶν πλείστων αὐτοῖς προγόνων κειμένων. Ἴσως μὲν οὖν οὐκ ἄλογον ἐνίοις καταφαίνεται τρεφόμενον ἐκ πολλοῦ τὸ μῖσος οὕτως αὐξηθῆναι καὶ περαιτέρω προελθὸν ἀπονικῆσαι τὴν φύσιν. ἐπίστασις δὲ γένοιτʼ ἂν εἰκότως, εἴτε εἰς τοὺς νεανίσκους ἀνοιστέον τὴν τοιαύτην αἰτίαν πρὸς αἰτίαν ἐνάγοντας τὸν πατέρα καὶ χρόνῳ παρασκευάσαντας ὑπὸ χαλεπότητος ἀνήκεστον αὐτοῖς, εἴτε καὶ πρὸς αὐτὸν ἐκεῖνον, ἀπαθῆ καὶ περιττὸν ὄντα περὶ τὴν ἐπιθυμίαν τῆς ἀρχῆς καὶ τῆς ἄλλης εὐδοξίας, ὡς μηδένα οἴεσθαι παραλειπτέον ἐφʼ ᾧ πᾶν τὸ βουλόμενον ἀνίκητον ἔχειν,

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
