# Jewish Antiquities 391-392

Flavius Josephus, Jewish Antiquities, 391 to 392. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/391

νοῆσαί τε καὶ συνιδεῖν καὶ περὶ τῶν μελλόντων καὶ τῆς τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων ἐπιεικὴς χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας δίκαιος φιλάνθρωπος, ἃ μόνοις δικαιότατα βασιλεῦσιν εἶναι προσῆκε, μηδὲν ὅλως παρὰ τοσοῦτο μέγεθος ἐξουσίας ἁμαρτὼν ἢ τὸ περὶ τὴν Οὐρία γυναῖκα. κατέλιπε δὲ καὶ πλοῦτον ὅσον οὐκ ἄλλος βασιλεὺς οὔθʼ Ἑβραίων οὔτʼ ἄλλων ἐθνῶν. Ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολόμων ἐν Ἱεροσολύμοις διαπρεπῶς τοῖς τε ἄλλοις οἷς περὶ κηδείαν νομίζεται βασιλικὴν ἅπασι καὶ δὴ καὶ πλοῦτον αὐτῷ πολὺν καὶ ἄφθονον συνεκήδευσεν, ὧν τὴν ὑπερβολὴν τεκμήραιτʼ ἄν τις ῥᾳδίως ἐκ τοῦ λεχθησομένου·

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
