# Jewish Antiquities 400-403

Flavius Josephus, Jewish Antiquities, 400 to 403. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/400
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/400
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:400-403

Ἰωσαφάτης δʼ ἐκέλευσεν εἴ τινές εἰσι προφῆται καλέσαντʼ αὐτοὺς ἀνακρῖναι περὶ τῆς ἐπὶ τὸν Σύρον ἐξόδου, εἰ συμβουλεύουσι κατʼ ἐκεῖνον τὸν καιρὸν αὐτῷ ποιήσασθαι τὴν στρατείαν· καὶ γὰρ εἰρήνη τε καὶ φιλία τότε τῷ Ἀχάβῳ πρὸς τὸν Σύρον ὑπῆρχεν ἐπὶ τρία ἔτη διαμείνασα, ἀφʼ οὗ λαβὼν αὐτὸν αἰχμάλωτον ἀπέλυσεν ἄχρις ἐκείνης τῆς ἡμέρας. Καλέσας δὲ Ἄχαβος τοὺς αὑτοῦ προφήτας ὡσεὶ τετρακοσίους τὸν ἀριθμὸν ὄντας ἐκέλευσεν ἔρεσθαι τοῦ θεοῦ, εἰ δίδωσιν αὐτῷ στρατευσαμένῳ ἐπὶ Ἄδερα νίκην καὶ καθαίρεσιν τῆς πόλεως, διʼ ἣν ἐκφέρειν μέλλει τὸν πόλεμον. τῶν δὲ προφητῶν συμβουλευσάντων ἐκστρατεῦσαι, κρατήσειν γὰρ τοῦ Σύρου καὶ λήψεσθαι ὑποχείριον αὐτὸν ὡς καὶ τὸ πρῶτον, συνεὶς ἐκ τῶν λόγων Ἰωσάφατος, ὅτι ψευδοπροφῆται τυγχάνουσιν, ἐπύθετο τοῦ Ἀχάβου εἰ καὶ ἕτερός τίς ἐστι προφήτης τοῦ θεοῦ, ἵνα ἀκριβέστερον μάθωμεν περὶ τῶν μελλόντων. ὁ δʼ Ἄχαβος εἶναι μὲν ἔφη, μισεῖν δʼ αὐτὸν κακὰ προφητεύσαντα καὶ προειπόντα ὅτι τεθνήξεται νικηθεὶς ὑπὸ τοῦ Σύρου, ἐν φρουρᾷ δὲ νῦν αὐτὸν ἔχειν· καλεῖσθαι δὲ Μιχαίαν, υἱὸν δʼ εἶναι Ὀμβλαίου· τοῦ δʼ Ἰωσαφάτου κελεύσαντος αὐτὸν προαχθῆναι πέμψας εὐνοῦχον ἄγει τὸν Μιχαίαν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
