# Jewish Antiquities 419-427

Flavius Josephus, Jewish Antiquities, 419 to 427. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/419
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/419
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:419-427

Ἡρώδης δὲ τὴν μὲν τούτων πρόνοιαν Φερώρᾳ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπιτρέπει κελεύσας αὐτὸν ἅμα τειχίζειν καὶ Ἀλεξάνδρειον. ὁ δὲ ταχέως τε τοὺς στρατιώτας ἐν ἀφθονίᾳ πολλῇ τῶν ἀναγκαίων ἐποίησεν τό τε Ἀλεξάνδρειον ἠρημωμένον ἀνέκτισεν. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς συμμάχους. ὁ δʼ ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις λῃστὰς ἐπειγόμενος Σίλωνα μὲν ἐξέπεμψεν Οὐεντιδίῳ, αὐτὸς δʼ ἐπʼ ἐκείνους ἐξώρμησεν. ἦν δʼ ἐν ὄρεσιν τὰ σπήλαια τελέως ἐξερρωγόσιν καὶ κατὰ τὸ μεσαίτατον ἀποκρήμνους ἔχοντα τὰς παρόδους καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα· ἐν δὴ τούτοις μετὰ πάντων τῶν οἰκείων ἐφώλευον. ὁ δὲ βασιλεὺς λάρνακας ἐπʼ αὐτοὺς πηξάμενος καθίει ταύτας σιδηραῖς ἁλύσεσιν ἐκδεδεμένας διὰ μηχανῆς ἀπὸ κορυφῆς τοῦ ὄρους, μήτε κάτωθεν ἀνιέναι διὰ τὴν ὀξύτητα τοῦ ὄρους δυναμένων μήτε ἄνωθεν καθέρπειν ἐπʼ αὐτούς. αἱ δὲ λάρνακες πλήρεις ὁπλιτῶν ὑπῆρχον ἅρπας μεγάλας ἐχόντων, αἷς ἔμελλον ἐπισπώμενοι τοὺς ἀνθεστῶτας τῶν λῃστῶν κτείνειν καταφερομένους. τὴν μέντοι γε κάθεσιν τῶν λαρνάκων σφαλερὰν εἶναι συνέβαινεν κατὰ βάθους ἀπείρου γινομένην· ἔνδον μέντοι καὶ τὰ ἐπιτήδεια παρῆν αὐτοῖς. ὡς δὲ καθιμήθησαν αἱ λάρνακες, ἐτόλμα δʼ οὐδεὶς προσελθεῖν τοῖς ἐπὶ τῶν στομίων, ἀλλʼ ὑπὸ δέους ἠρέμουν, μάχαιράν τις περιζωσάμενος τῶν ὁπλοφόρων καὶ ταῖν χεροῖν ἀμφοτέραιν δραξάμενος ἁλύσεως, ἀφʼ ἧς ἤρτητο ἡ λάρναξ, κατῄει ἐπὶ τὰ στόμια δυσχεράνας τὴν τριβὴν τῶν ἐπεξιέναι μὴ τολμώντων. καὶ γενόμενος κατά τι στόμιον πρῶτα μὲν παλτοῖς ἀνακόπτει τοὺς πολλοὺς τῶν ἐπὶ τοῦ στομίου, ἔπειτα ἅρπῃ τοὺς ἀνθεστῶτας ἐπισπασάμενος ὠθεῖ κατὰ τοῦ κρημνοῦ, καὶ τοῖς ἔνδον ἐπεισελθὼν ἀποσφάττει τε πολλοὺς καὶ εἰσελθὼν εἰς τὴν λάρνακα ἡσύχασεν. φόβος δὲ εἶχε τοὺς ἄλλους τῆς οἰμωγῆς ἀκούοντας καὶ περὶ τῆς σωτηρίας ἀπόγνωσις, τὸ μέντοι γε πᾶν ἔργον ἐπέσχεν ἐπεξελθοῦσιν· καὶ πολλοὶ συγχωρήσαντος τοῦ βασιλέως ἐπικηρυκευσάμενοι παρέδοσαν σφᾶς ὑπηκόους εἶναι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
