# Jewish Antiquities 446-452

Flavius Josephus, Jewish Antiquities, 446 to 452. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/446
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/446
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:446-452

καὶ δὴ παρόντα τε εἶδεν ἀσμένως καὶ τὰ κατὰ τὴν ὁδὸν αὐτῷ πεπραγμένα μαθὼν ἐδεξιοῦτο καὶ τῆς ἀρετῆς ἐθαύμαζεν, αὐτός τε περιλαβὼν αὐτὸν Ἀντώνιος ὡς εἶδεν ἠσπάζετο προυτίμα τε νεωστὶ βασιλέα ἀποδείξας. Ἀντιόχου δὲ μετʼ οὐ πολὺ τὸ ἔρυμα παραδόντος καὶ διὰ τοῦτο παυσαμένου τοῦ πολέμου Σοσσίῳ μὲν Ἀντώνιος παραδίδωσιν παρακελευσάμενος δὲ Ἡρώδῃ συμμαχεῖν αὐτὸς ἐπʼ Αἰγύπτου ἐχώρει. καὶ Σόσσιος μὲν δύο τάγματα ἐπικουρικὰ Ἡρώδῃ προύπεμψεν εἰς τὴν Ἰουδαίαν, αὐτὸς δὲ μετὰ τοῦ πλείονος στρατοῦ ἠκολούθει. Ἔτυχεν δʼ ἤδη κατὰ τὴν Ἰουδαίαν τεθνεὼς Ἰώσηπος τρόπῳ τοιούτῳ· λήθην μὲν ὧν αὐτῷ παρήγγειλεν ὁ ἀδελφὸς πρὸς Ἀντώνιον ἀπερχόμενος λαμβάνει, στρατοπεδευσάμενος δὲ ἀνὰ τὰ ὄρη, πέντε γὰρ αὐτῷ σπείρας Μαχαιρᾶ δόντος ἐπὶ Ἱεριχοῦντος ἠπείγετο βουλόμενος ἐκθερίσαι τὸν σῖτον αὐτῶν, καὶ νεοσυλλέκτου τοῦ Ῥωμαίων στρατεύματος ὄντος, καὶ πολέμων ἀπείρως ἔχοντος καὶ γὰρ πολὺ ἐκ Συρίας ἦν τὸ κατειλεγμένον, ἐπιθεμένων αὐτόθι τῶν πολεμίων, ἀποληφθεὶς ἐν δυσχωρίαις αὐτός τε ἀποθνήσκει γενναίως μαχόμενος καὶ τὸ στράτευμα πᾶν ἀπέβαλεν· ἓξ γὰρ σπεῖραι διεφθάρησαν. κρατήσας δὲ τῶν νεκρῶν Ἀντίγονος ἀποτέμνει τὴν Ἰωσήπου κεφαλὴν πεντήκοντα ταλάντων αὐτὴν ῥυομένου Φερώρα τἀδελφοῦ. καὶ μετὰ τοῦτο ἀποστάντες Γαλιλαῖοι τῶν παρὰ σφίσι δυνατῶν τοὺς τὰ Ἡρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας πολλὰ ἐνεωτερίσθη. Μαχαιρᾶς δὲ χωρίον Ηττον ἐξωχύρου. Παρῆσαν δʼ ἄγγελοι τῶν πεπραγμένων πρὸς τὸν βασιλέα καὶ ἐν Δάφνῃ τῆς Ἀντιοχείας ἐδήλωσαν αὐτῷ τὴν κατὰ τὸν ἀδελφὸν τύχην, προσδεχομένῳ μέντοι καὶ αὐτῷ διά τινας ὀνείρων ὄψεις τρανῶς προφαινούσας τὸν τοῦ ἀδελφοῦ θάνατον. ἐπειχθεὶς οὖν κατὰ τὴν πορείαν ὡς κατὰ Λίβανον τὸ ὄρος γίνεται, ὀκτακοσίους μὲν τῶν αὐτόθι προσλαμβάνει, ἔχων δὲ καὶ Ῥωμαϊκὸν ἓν τάγμα εἰς Πτολεμαΐδα παραγίνεται, κἀκεῖθεν νυκτὸς ἀναστὰς μετὰ τοῦ στρατοῦ προῄει διὰ τῆς Γαλιλαίας.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
