# Jewish Antiquities 47-49

Flavius Josephus, Jewish Antiquities, 47 to 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/47

νῦν δʼ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν· οὐ γὰρ ἐπʼ ἀρετῇ τὴν σιωπὴν ἄγεις, ἀλλʼ ἐπὶ συνειδότι πονηρῷ. Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπʼ αὐτῆς ἐξαπατηθεὶς ἁμαρτεῖν, ἡ δʼ αὖ κατηγόρει τοῦ ὄφεως. ὁ δὲ θεὸς ἥττονα γυναικείας συμβουλίας αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖς ἀναδώσειν αὐτομάτως εἰπών, πονοῦσι δὲ καὶ τοῖς ἔργοις τριβομένοις τὰ μὲν παρέξειν, τῶν δʼ οὐκ ἀξιώσειν. Εὔαν δὲ τοκετοῖς καὶ ταῖς ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, ὅτι τὸν Ἄδαμον οἷς αὐτὴν ὁ ὄφις ἐξηπάτησε τούτοις παρακρουσαμένη συμφοραῖς περιέβαλεν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
