# Jewish Antiquities 50-2

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/50-2

εἰ δʼ ἀληθεῖς πεποίηνται τὰς κατʼ ἐμοῦ διαβολάς, τοὺς μὲν ἀπαθεῖς ἀπὸ παντὸς φυλάξεις κακοῦ, ὃν δʼ ἐπηρασάμην ὄλεθρον αὐτοῖς τοῦτον ποιήσεις ἐμόν, καὶ δίκην εἰσπραξάμενος παρὰ τοῦ τὸν σὸν ἀδικῆσαι θελήσαντος λαὸν τοῦ λοιποῦ βραβεύων ὁμόνοιαν καὶ εἰρήνην σῶζε τὴν πληθὺν ἑπομένην τοῖς σοῖς προστάγμασιν, ἀπαθῆ τηρῶν αὐτὴν καὶ ἀκοινώνητον τῆς τῶν ἡμαρτηκότων κολάσεως· σὺ γὰρ αὐτὸς οἶσθα, ὡς οὐ δίκαιον ὑπὲρ τῆς ἐκείνων κακίας κοινῇ πάντας Ἰσραηλίτας τιμωρίαν ἐκτίνειν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
