# Jewish Antiquities 54-59

Flavius Josephus, Jewish Antiquities, 54 to 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/54

θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς ὁ μὲν Κάις τοὺς ἀπὸ τῆς γεωργίας καὶ φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τὰ πρωτότοκα τῶν βοσκημάτων. ὁ δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυσίᾳ τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τιμώμενος, ἀλλʼ οὐχὶ τοῖς κατʼ ἐπίνοιαν ἀνθρώπου πλεονέκτου βίᾳ πεφυκόσιν. ἔνθεν ὁ Κάις παροξυνθεὶς ἐπὶ τῷ προτετιμῆσθαι τὸν Ἄβελον ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας ἀφανῆ λήσειν ὑπέλαβεν. ὁ δὲ θεὸς συνεὶς τὸ ἔργον ἧκε πρὸς τὸν Κάιν περὶ τἀδελφοῦ πυνθανόμενος, ποῖ ποτʼ εἴη· πολλῶν γὰρ αὐτὸν οὐκ ἰδεῖν ἡμερῶν τὸν ἄλλον χρόνον πάντα μετʼ αὐτοῦ βλέπων αὐτὸν ἀναστρεφόμενον. ὁ δὲ Κάις ἀπορούμενος καὶ οὐκ ἔχων ὅ τι λέγοι πρὸς τὸν θεὸν ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, παροξυνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ πολυπραγμονοῦντος οὐκ εἶναι παιδαγωγὸς καὶ φύλαξ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πραττομένων ἔλεγεν. ὁ δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κάιν φονέα τἀδελφοῦ γενόμενον καί θαυμάζω, φησίν, εἰ περὶ ἀνδρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, ὃν αὐτὸς ἀπολώλεκας. τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα καὶ διʼ αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν αὐτῷ χαλεπωτέραν, ἐπάρατον δʼ αὐτὸν ἐτίθει καὶ τοὺς ἐγγόνους αὐτοῦ τιμωρήσεσθαι κατὰ τὴν ἑβδόμην ἠπείλησε γενεάν, καὶ τῆς γῆς αὐτὸν ἐκείνης ἐκβάλλει σὺν τῇ γυναικί. τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλʼ ἕνεκα τοῦ μηδὲν αὐτῷ ἐκ θηρίων γενέσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, ᾧ γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
