# Jewish Antiquities 55-2-62

Flavius Josephus, Jewish Antiquities, 55 to 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/55-2

ἐξέλαμψε δὲ πῦρ τοσοῦτον ὅσον οὔτε χειροποίητον ἱστόρησέ τις οὔτε γῆθεν ἀναδοθὲν κατὰ ὑποδρομὴν καύματος οὔτε κατὰ βίαν πνευμάτων ὕλης πρὸς αὐτὸ παρατριβείσης αὐτομάτως ἐξεκρούσθη, ἀλλʼ ὁποῖον θεοῦ κελεύσαντος ἁφθείη λαμπρὸν καὶ φλογωδέστατον· ὑφʼ οὗ πάντες, οἵ τε διακόσιοι καὶ πεντήκοντα καὶ Κορῆς, ᾄξαντος ἐπʼ αὐτοὺς ἐφθάρησαν, ὡς καὶ τὰ σώματα αὐτῶν ἀφανῆ γεγονέναι. περισώζεται δὲ μόνος Ἀαρὼν μηδὲν ὑπὸ τοῦ πυρὸς βλαβεὶς τῷ τὸν θεὸν τὸν οὓς ἔδει καίειν ἀπεσταλκότα. Μωυσῆς δὲ τούτων ἀπολομένων βουλόμενος τὴν τιμωρίαν αὐτῶν μνήμῃ παραδοθῆναι καὶ τοὺς αὖθις ἐσομένους αὐτὴν μαθεῖν, ἐκέλευσεν Ἐλεάζαρον τὸν Ἀαρῶνος υἱὸν τὰ θυμιατήρια αὐτῶν παρὰ τὸν χάλκεον καταθέσθαι βωμόν, ὡς ἂν ὑπόμνησις εἴη τοῖς αὖθις ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι. καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ, μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς. Τὴν μέντοι στάσιν οὐδʼ οὕτως συνέβη παύσασθαι, πολλῷ δὲ μᾶλλον αὔξειν καὶ φύεσθαι· χαλεπωτέραν ἐλάμβανε τῆς ἐπὶ τὸ χεῖρον προκοπῆς αἰτίαν, ὑφʼ ἧς οὐδέποτε λήξειν τὸ δεινὸν ἦν εἰκὸς ἀλλʼ εἰς χρόνον παραμενεῖν. οἱ γὰρ ἄνθρωποι πεπιστευκότες ἤδη μηδὲν γίνεσθαι δίχα τῆς τοῦ θεοῦ προνοίας οὐκ ἐβούλοντο ταῦτα χωρὶς τῆς εἰς Μωυσῆν χάριτος τοῦ θεοῦ πεπρᾶχθαι, κατηγόρουν δʼ αὐτοῦ τὴν ὀργὴν τοῦ θεοῦ γίνεσθαι τοσαύτην οὐχ οὕτω διὰ τὴν τῶν κολασθέντων ἀδικίαν, ὡς Μωυσέος πραγματευσαμένου· καὶ τοὺς μὲν διεφθάρθαι μηδὲν ἐξαμαρτόντας ἢ ὅτι περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδάκεσαν, τὸν δὲ τοιούτων ὀλέθρῳ καὶ πάντων ἀρίστων ἐζημιωκότα τὸν λαὸν πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην ἔτι καὶ τὴν ἱερωσύνην ἀναμφίλεκτον τἀδελφῷ παρασχεῖν· οὐδένα γὰρ ἔτι αὐτῆς ἄλλον ἀντιποιήσεσθαι καὶ τοὺς πρώτους ὁρῶντα κακῶς ἀπολωλότας. ἔτι γε μὴν καὶ παρὰ τῶν οἰκείων τοῖς διεφθαρμένοις δέησις ἐγένετο πολλὴ τοῦ πλήθους μειῶσαί τι τῆς Μωυσέος μεγαλαυχίας· ἀσφαλὲς γὰρ αὐτοῖς τοῦτʼ εἶναι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
