# Jewish Antiquities 57-2-60

Flavius Josephus, Jewish Antiquities, 57 to 60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/57-2

Ὁ δὲ βασιλεὺς Σολόμων ὡς ἐκομίσθη τὰ παρὰ Τυρίων βασιλέως γράμματα τήν τε προθυμίαν αὐτοῦ καὶ τὴν εὔνοιαν ἐπῄνεσε καὶ οἷς ἠξίωσε τούτοις αὐτὸν ἠμείψατο, σίτου μὲν αὐτῷ κατʼ ἔτος πέμψας δισμυρίους κόρους καὶ τοσούτους ἐλαίου βάτους, ὁ δὲ βάτος δύναται ξέστας ἑβδομήκοντα δύο· τὸ δʼ αὐτὸ μέτρον καὶ οἴνου παρεῖχεν. ἡ μὲν οὖν Εἱρώμου φιλία καὶ Σολόμωνος ἀπὸ τούτων ἔτι μᾶλλον ηὔξησε καὶ διαμένειν ὤμοσαν εἰς ἅπαν. ὁ δὲ βασιλεὺς ἐπέταξε παντὶ τῷ λαῷ φόρον ἐργάτας τρισμυρίους, οἷς ἄπονον τὴν ἐργασίαν κατέστησε μερίσας αὐτὴν συνετῶς· μυρίους γὰρ ἐποίησε κόπτοντας ἐπὶ μῆνα ἕνα ἐν Λιβάνῳ ὄρει δύο μῆνας ἀναπαύεσθαι παραγινομένους ἐπὶ τὰ οἰκεῖα, μέχρις οὗ πάλιν οἱ δισμύριοι τὴν ἐργασίαν ἀναπληρώσωσι κατὰ τὸν ὡρισμένον χρόνον ἔπειθʼ οὕτως συνέβαινε τοῖς πρώτοις μυρίοις διὰ τετάρτου μηνὸς ἀπαντᾶν ἐπὶ τὸ ἔργον. ἐγεγόνει δʼ ἐπίτροπος τοῦ φόρου τούτου Ἀδώραμος. ἦσαν δʼ ἐκ τῶν παροίκων οὓς Δαυίδης καταλελοίπει τῶν μὲν παρακομιζόντων τὴν λιθίαν καὶ τὴν ἄλλην ὕλην ἑπτὰ μυριάδες, τῶν δὲ λατομούντων ὀκτάκις μύριοι, τούτων δʼ ἐπιστάται τρισχίλιοι καὶ τριακόσιοι. προστετάχει δὲ λίθους μὲν αὐτοῖς τέμνειν μεγάλους εἰς τοὺς τοῦ ναοῦ θεμελίους, ἁρμόσαντας δὲ πρῶτον καὶ συνδήσαντας ἐν τῷ ὄρει κατακομίζειν οὕτως εἰς τὴν πόλιν. ἐγίνετο δὲ ταῦτʼ οὐ παρὰ τῶν οἰκοδόμων τῶν ἐγχωρίων μόνον, ἀλλὰ καὶ ὧν ὁ Εἵρωμος ἔπεμψε τεχνιτῶν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
