# Jewish Antiquities 66-3-71

Flavius Josephus, Jewish Antiquities, 66 to 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/66-3

πέμψας δὲ πρὸς αὐτὸν καὶ Ἱέρωμος ὁ Τυρίων βασιλεὺς φιλίαν καὶ συμμαχίαν συνέθετο· ἔπεμψε δʼ αὐτῷ καὶ δωρεὰς ξύλα κέδρινα καὶ τεχνίτας ἄνδρας τέκτονας καὶ οἰκοδόμους, οἳ κατεσκεύασαν βασίλειον ἐν Ἱεροσολύμοις. Δαυίδης δὲ τήν τε ἄνω πόλιν παραλαβὼν καὶ τὴν ἄκραν συνάψας αὐτῇ ἐποίησεν ἓν σῶμα, καὶ περιτειχίσας ἐπιμελητὴν τῶν τειχῶν κατέστησεν Ἰώαβον. πρῶτος οὖν Δαυίδης τοὺς Ἰεβουσαίους ἐξ Ἱεροσολύμων ἐκβαλὼν ἀφʼ ἑαυτοῦ προσηγόρευσε τὴν πόλιν· ἐπὶ γὰρ Ἁβράμου τοῦ προγόνου ἡμῶν Σόλυμα ἐκαλεῖτο, μετὰ ταῦτα δὲ αὐτήν φασί τινες, ὅτι καὶ Ὅμηρος ταῦτʼ ὠνόμασεν Ἱεροσόλυμα· τὸ γὰρ ἱεροῦ κατὰ τὴν Ἑβραίων γλῶτταν ὠνόμασε τὰ Σόλυμα ὅ ἐστιν ἀσφάλεια. ἦν δὲ πᾶς ὁ χρόνος ἀπὸ τῆς Ἰησοῦ τοῦ στρατηγοῦ ἐπὶ Χαναναίους στρατείας καὶ τοῦ πολέμου, καθʼ ὃν κρατήσας αὐτῶν κατένειμε ταύτην τοῖς Ἑβραίοις καὶ οὐκέτι τοὺς Χαναναίους ἐκβαλεῖν ἐξ Ἱεροσολύμων ἐδυνήθησαν οἱ Ἰσραηλῖται, μέχρις ὁ Δαυίδης αὐτοὺς ἐξεπολιόρκησεν, ἔτη πεντακόσια καὶ δέκα καὶ πέντε. Ποιήσομαι δὲ καὶ μνήμην Ὀρόνα πλουσίου μὲν ἀνδρὸς τῶν Ἰεβουσαίων, οὐκ ἀναιρεθέντος δὲ ἐν τῇ Ἱεροσολύμων πολιορκίᾳ ὑπὸ Δαυίδου διὰ τὴν πρὸς τοὺς Ἑβραίους εὔνοιαν αὐτοῦ καί τινα καὶ χάριν καὶ σπουδὴν πρὸς αὐτὸν γενομένην τὸν βασιλέα, ἣν μικρὸν ὕστερον εὐκαιρότερον σημανῶ. ἔγημε δὲ καὶ ἄλλας γυναῖκας πρὸς ταῖς οὔσαις αὐτῷ Δαυίδης καὶ παλλακὰς ἔσχεν. ἐποιήσατο δὲ καὶ παῖδας ἐννέα τὸν ἀριθμόν, οὓς προσηγόρευσεν Ἀμασέ, Ἀμνου, Σεβάν, Νάθαν, Σολομῶνα, Ἰεβαρῆ, Ἐλιήν, Φαλναγέην, Ναφήν, Ἰεναέ, Ἐλιφαλέ, ἔτι δὲ καὶ θυγατέρα Θαμάραν. τούτων οἱ μὲν ἐννέα ἐξ εὐγενίδων ἦσαν γεγονότες, οὓς δὲ τελευταίους εἰρήκαμεν δύο ἐκ τῶν παλλακίδων. Θαμάρα δὲ ὁμομήτριος Ἀψαλώμῳ ἦν. Γνόντες δʼ οἱ Παλαιστῖνοι τὸν Δαυίδην βασιλέα ὑπὸ τῶν Ἑβραίων ἀποδεδειγμένον στρατεύουσιν ἐπʼ αὐτὸν εἰς Ἱεροσόλυμα· καὶ καταλαβόμενοι τὴν κοιλάδα τῶν Γιγάντων καλουμένην, τόπος δέ ἐστιν οὐ πόρρω τῆς πόλεως, ἐν αὐτῇ στρατοπεδεύονται.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
