# Jewish Antiquities 66-4-71

Flavius Josephus, Jewish Antiquities, 66 to 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/66-4

ἕκαστος δὲ τῶν οἴκων τούτων εὖρος μὲν εἶχε πέντε πήχεις, μῆκος δὲ τοὺς αὐτούς, ὕψος δὲ εἴκοσιν. ἐπῳκοδόμηντο δὲ τούτοις ἄνωθεν ἕτεροι οἶκοι καὶ πάλιν ἄλλοι κατʼ αὐτῶν ἴσοι καὶ τοῖς μέτροις καὶ τῷ ἀριθμῷ, ὡς τὸ πᾶν ὕψος αὐτοὺς λαβεῖν τῷ κάτωθεν οἴκῳ παραπλήσιον· ὁ γὰρ ὑπερῷος οὐκ ἦν περιῳκοδομημένος. ὄροφος δὲ αὐτοῖς ἐπεβέβλητο κέδρου καὶ τοῖς μὲν οἴκοις ἴδιος ἦν οὗτος ἑκάστῳ πρὸς τοὺς πλησίον οὐ συνάπτων, τοῖς δʼ ἄλλοις ὑπῆρχεν ἡ στέγη κοινὴ διʼ ἀλλήλων δεδομημένη μηκίσταις δοκοῖς καὶ διηκούσαις ἁπάντων, ὡς τοὺς μέσους τοίχους ὑπὸ τῶν αὐτῶν συγκρατουμένους ξύλων ἐρρωμενεστέρους διὰ τοῦτο γίνεσθαι. τὴν δὲ ὑπὸ τὰς δοκοὺς στέγην τῆς αὐτῆς ὕλης ἐβάλετο πᾶσαν ἐξεσμένην εἰς φατνώματα καὶ προσκόλλησιν χρυσοῦ. τοὺς δὲ τοίχους κεδρίναις διαλαβὼν σανίσι χρυσὸν αὐταῖς ἐνετόρευσεν, ὥστε στίλβειν ἅπαντα τὸν ναὸν καὶ περιλάμπεσθαι τὰς ὄψεις τῶν εἰσιόντων ὑπὸ τῆς αὐγῆς τοῦ χρυσοῦ πανταχόθεν φερομένης. ἡ δʼ ὅλη τοῦ ναοῦ οἰκοδομία κατὰ πολλὴν τέχνην ἐκ λίθων ἀκροτόμων ἐγένετο συντεθέντων ἁρμονίως πάνυ καὶ λείως, ὡς μήτε σφύρας μήτε ἄλλου τινὸς ἐργαλείου τεκτονικοῦ τοῖς κατανοοῦσιν ἐργασίαν δηλοῦσθαι, ἀλλὰ δίχα τῆς τούτων χρήσεως πᾶσαν ἡρμόσθαι τὴν ὕλην προσφυῶς, ὡς ἑκούσιον τὴν ἁρμονίαν αὐτῆς δοκεῖν μᾶλλον ἢ τῆς τῶν ἐργαλείων ἀνάγκης. ἐφιλοτέχνησε δὲ ὁ βασιλεὺς ἄνοδον εἰς τὸν ὑπερῷον οἶκον διὰ τοῦ εὔρους τοῦ τοίχου· οὐ γὰρ εἶχε θύραν μεγάλην κατὰ τῆς ἀνατολῆς ὡς εἶχεν ὁ κάτωθεν οἶκος, ἀλλʼ ἐκ τῶν πλευρῶν ἦσαν εἴσοδοι διὰ μικρῶν πάνυ θυρῶν. διέλαβε δὲ τὸν ναὸν καὶ ἔνδοθεν καὶ ἔξωθεν ξύλοις κεδρίνοις ἁλύσεσι παχείαις συνδεδεμένοις, ὥστε ἀντʼ ὀχυρωμάτων καὶ ῥώμης τοῦτο εἶναι. Διελὼν δὲ τὸν ναὸν εἰς δύο τὸν μὲν ἔνδοθεν οἶκον εἴκοσι πηχῶν ἐποίησεν ἄδυτον, τὸν δὲ τεσσαράκοντα πηχῶν ἅγιον ναὸν ἀπέδειξεν. ἐκτεμὼν δὲ τὸν μέσον τοῖχον θύρας ἐπέστησε κεδρίνας χρυσὸν πολὺν αὐταῖς ἐνεργασάμενος καὶ τορείαν ποικίλην.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
