# Jewish Antiquities 67-3-73

Flavius Josephus, Jewish Antiquities, 67 to 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/67-3

καὶ οἱ βασιλεῖς πάντες ἔπεσον, ὥστε τῶν ἀνθρώπων ἐπιλελοιπότων πρὸς τὸ κτείνεσθαι τοὺς ἵππους Ἰησοῦς αὐτῶν ἀνῄρει καὶ τὰ ἅρματα ἐνεπίμπρα, τήν τε χώραν ἐπʼ ἀδείας διεπορεύετο μηδενὸς τολμῶντος εἰς μάχην ἐπεξελθεῖν, ἀλλὰ πολιορκίᾳ τὰς πόλεις αἱρῶν καὶ πᾶν ὅ τι λάβοι φονεύων. Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτʼ οὐδεὶς ὑπολέλειπτο πλὴν εἰ μή τινες ὀχυρότητι τειχῶν διέφυγον. Ἰησοῦς δʼ ἐκ τῶν Γαλγάλων ἀναστρατοπεδεύσας εἰς τὴν ὄρειον ἱστᾷ τὴν ἱερὰν σκηνὴν κατὰ Σιλοῦν πόλιν, ἐπιτήδειον γὰρ ἐδόκει τὸ χωρίον διὰ κάλλος, ἕως οἰκοδομεῖν ναὸν αὐτοῖς τὰ πράγματα παράσχοι. καὶ χωρήσας ἐντεῦθεν ἐπὶ Σικίμων σὺν ἅπαντι τῷ λαῷ βωμόν τε ἵστησιν ὅπου προεῖπε Μωυσῆς καὶ νείμας τὴν στρατιὰν ἐπὶ μὲν τῷ Γαριζεῖ ὄρει τὴν ἡμίσειαν ἵστησιν, ἐπὶ δὲ τῷ Ἡβήλῳ τὴν ἡμίσειαν ἐν ᾧ καὶ ὁ βωμός ἐστι καὶ τὸ Λευιτικὸν καὶ τοὺς ἱερέας. θύσαντες δὲ καὶ ἀρὰς ποιησάμενοι καὶ ταύτας ἐπὶ τῷ βωμῷ γεγραμμένας καταλιπόντες εἰς τὴν Σιλοῦν ἀνέζευξαν. Ἰησοῦς δʼ ἤδη γηραιὸς ὢν καὶ τὰς τῶν Χαναναίων πόλεις ὁρῶν οὐκ εὐαλώτους ὑπό τε τῶν χωρίων ἐν οἷς ἦσαν ὀχυρότητος καὶ τῆς τῶν τειχῶν ἰσχύος, ἃ τῇ φυσικῇ τῶν πόλεων πλεονεξίᾳ προσεπιβαλλόμενοι προσεδόκων τοὺς πολεμίους ἀφέξεσθαι πολιορκίας διʼ ἀπόγνωσιν τοῦ λαβεῖν, καὶ γὰρ ἐπʼ ὀλέθρῳ τῷ ἑαυτῶν οἱ Χαναναῖοι μαθόντες τοὺς Ἰσραηλίτας ποιησαμένους τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου πρὸς τῷ τὰς πόλεις καρτερὰς ποιεῖν ἐκεῖνον ἅπαντʼ ἦσαν τὸν χρόνον, συναγαγὼν τὸν λαὸν εἰς τὴν Σιλοῦν ἐκκλησίαν παρήγγειλε. καὶ σπουδῇ συνδραμόντων τά τε ἤδη κατωρθωμένα καὶ τὰς γεγενημένας πράξεις, ὡς εἰσὶν ἄρισται καὶ τοῦ θείου τοῦ παρασχόντος αὐτὰς ἄξιαι καὶ τῆς ἀρετῆς τῶν νόμων οἷς κατακολουθοῦσιν ἔλεγε, βασιλεῖς τε τριάκοντα καὶ ἕνα τολμήσαντας αὐτοῖς εἰς χεῖρας ἐλθεῖν κεκρατῆσθαι δηλῶν καὶ στρατιὰν ὅση ποτὲ κατελπίσασα τῆς αὐτῶν δυνάμεως εἰς μάχην συνῆψεν ἅπασαν διαφθαρεῖσαν, ὡς μηδὲ γενεὰν αὐτοῖς ὑπολελεῖφθαι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
