# Jewish Antiquities 74-2-80

Flavius Josephus, Jewish Antiquities, 74 to 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/74-2

Ἐξέβη τοίνυν τοῦτον τὸν τρόπον τὰ ὑπὸ Ἐλισσαίου προειρημένα· νόμος ἦν ἐν Σαμαρείᾳ τοὺς λέπραν ἔχοντας καὶ μὴ καθαροὺς ἀπὸ τῶν τοιούτων τὰ σώματα μένειν ἔξω τῆς πόλεως. ἄνδρες οὖν τὸν ἀριθμὸν τέσσαρες διὰ ταύτην τὴν αἰτίαν πρὸ τῶν πυλῶν μένοντες μηκέτι μηδενὸς αὐτοῖς διὰ τὴν ὑπερβολὴν τοῦ λιμοῦ τροφὴν ἐκφέροντος εἰσελθεῖν μὲν εἰς τὴν πόλιν διὰ τὸν νόμον κεκωλυμένοι, κἂν ἐπιτραπῇ δʼ αὐτοῖς διαφθαρήσεσθαι κακῶς ὑπὸ τοῦ λιμοῦ λογισάμενοι, τοῦτο δὲ πείσεσθαι κἂν αὐτόθι μείνωσιν ἀπορίᾳ τροφῆς, παραδοῦναι τοῖς πολεμίοις αὑτοὺς ἔκριναν ὡς εἰ μὲν φείσαιντο αὐτῶν ζησόμενοι, εἰ δʼ ἀναιρεθεῖεν εὐθανατήσοντες. ταύτην κυρώσαντες τὴν βουλὴν νυκτὸς ἧκον εἰς τὸ στρατόπεδον τῶν πολεμίων. ἤρχετο δʼ ἤδη τοὺς Σύρους ἐκφοβεῖν καὶ ταράττειν ὁ θεὸς καὶ κτύπον ἁρμάτων καὶ ἵππων ὡς ἐπερχομένης στρατιᾶς ταῖς ἀκοαῖς αὐτῶν ἐνηχεῖν καὶ ταύτην ἐγγυτέρω προσφέρειν αὐτοῖς τὴν ὑπόνοιαν. ἀμέλει τοῦτον τὸν τρόπον ὑπʼ αὐτῆς διετέθησαν, ὥστε τὰς σκηνὰς ἐκλιπόντες συνέδραμον πρὸς τὸν Ἄδερα λέγοντες, ὡς Ἰώραμος ὁ τῶν Ἰσραηλιτῶν μισθωσάμενος συμμάχους τόν τε τῶν Αἰγυπτίων βασιλέα καὶ τὸν τῶν νήσων ἐπʼ αὐτοὺς ἄγει· προσιόντων γὰρ αὐτῶν ἐπακούειν τοῦ κτύπου. ταῦτα λέγουσιν ὁ Ἄδερ, καὶ γὰρ αὐτὸς περιεψοφεῖτο ἤδη τὰς ἀκοὰς ὁμοίως τῷ πλήθει, προσέσχε καὶ μετὰ πολλῆς ἀταξίας καὶ θορύβου καταλιπόντες ἐν τῇ παρεμβολῇ τοὺς ἵππους καὶ τὰ ὑποζύγια καὶ πλοῦτον ἄφθονον εἰς φυγὴν ἐχώρησαν. οἱ λεπροὶ δὲ οἱ ἐκ τῆς Σαμαρείας ἀναχωρήσαντες εἰς τὸ τῶν Σύρων στρατόπεδον, ὧν μικρὸν ἔμπροσθεν ἐπεμνήσθημεν, ὡς γενόμενοι πρὸς τῇ παρεμβολῇ πολλὴν ἡσυχίαν καὶ ἀφωνίαν ἔβλεπον οὖσαν καὶ παρελθόντες δὲ εἴσω καὶ ὁρμήσαντες εἰς μίαν σκηνὴν οὐδένα ἑώρων, ἐμφαγόντες καὶ πιόντες ἐβάστασαν ἐσθῆτα καὶ πολὺν χρυσὸν κομίσαντες ἔξω τῆς παρεμβολῆς ἔκρυψαν· ἔπειτʼ εἰς ἑτέραν σκηνὴν παρελθόντες ὁμοίως τὰ ἐν αὐτῇ πάλιν ἐξεκόμισαν, καὶ τοῦτʼ ἐποίησαν τετράκις μηδενὸς αὐτοῖς ὅλως ἐντυγχάνοντος. ὅθεν εἰκάσαντες ἀνακεχωρηκέναι τοὺς πολεμίους κατεγίνωσκον αὑτῶν μὴ ταῦτα δηλούντων τῷ Ἰωράμῳ καὶ τοῖς πολίταις.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
