# Jewish Antiquities 74-81

Flavius Josephus, Jewish Antiquities, 74 to 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/74

τῶν δὲ πόλεων ἐπειδήπερ αἱ μὲν ἑαλώκεσαν, πρὸς ἃς δὲ δεῖ χρόνου καὶ μεγάλης πολιορκίας διὰ τὴν τῶν τειχῶν ὀχυρότητα καὶ τὴν ἐπὶ ταύτῃ τῶν οἰκητόρων πεποίθησιν, ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς καὶ τῶν κινδύνων συναραμένους ὄντας συγγενεῖς ἀπολύειν ἤδη πρὸς τὰ οἰκεῖα χάριν αὐτοῖς ὧν συνέκαμον ὁμολογοῦντας, ἕνα τε κατὰ φυλὴν ἀρετῇ προύχειν μαρτυρηθέντα πέμπειν, οἳ τὴν γῆν ἐκμετρησόμενοι πιστῶς καὶ μηδὲν κακουργήσοντες δηλώσουσιν ἡμῖν ἀδόλως αὐτῆς τὸ μέγεθος. Καὶ Ἰησοῦς μὲν τούτους ποιησάμενος τοὺς λόγους συγκάταινον ἔσχε τὸ πλῆθος καὶ ἄνδρας τοὺς ἐκμετρησομένους τὴν χώραν αὐτῶν ἐξέπεμψε παραδοὺς αὐτοῖς τινας γεωμετρίας ἐπιστήμονας, οὓς τἀληθὲς οὐκ ἔμελλε λήσεσθαι διὰ τὴν τέχνην, ἐντολὰς δοὺς ἀποτιμήσασθαι τῆς τε εὐδαίμονος ἰδίᾳ τὸ μέτρον γῆς καὶ τῆς ἧσσον ἀγαθῆς. ἡ γὰρ φύσις τῆς Χαναναίων γῆς τοιαύτη τίς ἐστιν, ὡς ἴδοι τις ἂν πεδία μεγάλα καὶ καρποὺς φέρειν ἱκανώτατα καὶ συγκρινόμενα μὲν ἑτέρᾳ γῇ πανευδαίμονα νομισθησόμενα, τοῖς δʼ Ἱεριχουντίων χωρίοις παραβαλλόμενα καὶ τοῖς Ἱεροσολυμιτῶν τὸ μηδὲν ἀναφανησόμενα· καίτοι παντελῶς ὀλίγην αὐτῶν εἶναι τὴν γῆν συμβέβηκε ταύτης δὲ ὀρεινὴν τὴν πολλήν, ἀλλʼ ὑπερβολὴν εἰς καρπῶν ἐκτροφήν τε καὶ κάλλος οὐκ ἀπολέλοιπεν ἑτέρᾳ. καὶ διὰ τοῦτο τιμητοὺς μᾶλλον ἢ μετρητοὺς τοὺς κλήρους εἶναι δεῖν ὑπέλαβε πολλάκις ἑνὸς πλέθρου κἂν χιλίων ἀνταξίου γενομένου. οἱ δὲ ἄνδρες οἱ πεμφθέντες, δέκα δὲ ἦσαν, περιοδεύσαντες καὶ τιμησάμενοι τὴν γῆν ἐν ἑβδόμῳ μηνὶ παρῆσαν πρὸς αὐτὸν εἰς Σιλοῦντα πόλιν, ἔνθα τὴν σκηνὴν ἑστάκεσαν. Καὶ Ἰησοῦς Ἐλεάζαρόν τε καὶ τὴν γερουσίαν σὺν τοῖς φυλάρχοις παραλαβὼν νέμει ταῖς ἐννέα φυλαῖς καὶ τῶν Μανασσητῶν τοῖς ἡμίσεσι, κατὰ μέγεθος ἑκάστης τῶν φυλῶν τὴν μέτρησιν ποιησάμενος. κληρώσαντος δὲ αὐτοῦ, ἡ μὲν Ἰούδα λαχοῦσα πᾶσαν αἱρεῖται τὴν καθύπερθεν Ἰδουμαίαν παρατείνουσαν μὲν ἄχρι τῶν Ἱεροσολύμων τὸ δʼ εὖρος ἕως τῆς Σοδομίτιδος λίμνης καθήκουσαν· ἐν δὲ τῷ κλήρῳ τούτῳ πόλεις ἦσαν Ἀσκάλων καὶ Γάζα.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
