# Jewish Antiquities 75-81

Flavius Josephus, Jewish Antiquities, 75 to 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/75

πάντων δὲ τῶν τοῖς ἱερεῦσι τελουμένων κοινωνεῖν διέταξε καὶ τοὺς οἰκέτας καὶ θυγατέρας καὶ γυναῖκας ἔξω τῶν ὑπὲρ ἁμαρτημάτων ἐπιφερομένων θυσιῶν· ταύτας γὰρ ἐν τῷ ἱερῷ μόνοι δαπανῶσιν οἱ ἄρρενες τῶν ἱερέων αὐθημερόν. Ὡς δὲ ταῦτα μετὰ τὴν στάσιν Μωυσῆς διέταξεν, ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἐπὶ τοὺς τῆς Ἰδουμαίας ὅρους ἦλθε καὶ πρέσβεις πρὸς τὸν βασιλέα τῶν Ἰδουμαίων πέμψας ἠξίου δίοδον αὐτῷ παρασχεῖν, πίστεις ἃς αὐτὸς ἐθέλοι λαβεῖν ὑπὲρ τοῦ μηδὲν ἀδικηθήσεσθαι δώσειν ὁμολογῶν, ἀγοράν τε τῷ στρατῷ χορηγῆσαι καὶ τιμὴν τοῦ ὕδατος αὐτοὺς κελεῦσαι καταβαλεῖν. ὁ δʼ οἷς ἐπρεσβεύσατο Μωυσῆς οὐκ ἀρεσκόμενος οὐδὲ συγχωρῶν τὴν δίοδον ἔνοπλον τὴν στρατιὰν ἀγαγὼν προαπήντα τῷ Μωυσεῖ, κωλύσων αὐτοὺς εἰ τολμήσαιεν βίᾳ περαιοῦσθαι. καὶ Μωυσῆς, ἄρχειν γὰρ μάχης οὐ συνεβούλευσεν ὁ θεὸς χρωμένῳ, τὴν δύναμιν ὑπανῆγε διὰ τῆς ἐρήμου ἐκπεριιών. Τότε δὴ καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμην τελευτὴ τοῦ βίου καταλαμβάνει τεσσαρακοστὸν ἔτος πεπληρωκυῖαν ἀφʼ οὗ τὴν Αἴγυπτον κατέλιπε μηνὸς δὲ Ξανθικοῦ νουμηνίᾳ κατὰ σελήνην. θάπτουσι δʼ αὐτὴν δημοσίᾳ πολυτελῶς ὑπέρ τινος ὄρους, ὃ καλοῦσι Σίν, καὶ πενθήσαντα ἐπὶ τριάκοντα ἡμέρας τὸν λαὸν ἐκάθηρε Μωυσῆς τούτῳ τῷ τρόπῳ· μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ὁ ἀρχιερεὺς ἔθυέ τε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ. ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον· συναγαγὼν δʼ αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον. τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντές τε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃ τε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
