# Jewish Antiquities 87-3-93

Flavius Josephus, Jewish Antiquities, 87 to 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/87-3

Μωυσῆς δὲ ὁρῶν πολεμίως αὐτοῖς τὸν Ἀμοραῖον διακείμενον οὔτε περιφρονούμενος ἀνέχεσθαι δεῖν ἔγνω καὶ τοὺς Ἑβραίους τῆς ἀπραξίας καὶ τῆς διʼ αὐτὴν ἀπορίας, ὑφʼ ἧς στασιάσαι τε πρότερον αὐτοῖς συνέπεσε καὶ τότε δυσκόλως εἶχον, ἀπαλλάξαι διαγνοὺς ἤρετο τὸν θεόν, εἰ πολεμεῖν αὐτῷ δίδωσι. τοῦ δὲ θεοῦ καὶ νίκην ἐπισημήναντος αὐτὸς θαρσαλέως εἶχε πρὸς τὸν ἀγῶνα καὶ τοὺς στρατιώτας παρώρμα, νῦν αὐτοὺς ἀξιῶν τῆς τοῦ πολεμεῖν ἡδονῆς ἀπολαύειν, ὅτʼ αὐτῇ συγχωρεῖ χρῆσθαι τὸ θεῖον. οἱ δʼ ἧς ἐπόθουν ἐξουσίας λαβόμενοι καὶ τὰς πανοπλίας ἀναλαβόντες εὐθέως ἐχώρουν εἰς τὸ ἔργον. ὁ δὲ Ἀμορραῖος οὐκέτʼ ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλʼ αὐτός τε κατεπλάγη τοὺς Ἑβραίους καὶ ἡ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότʼ ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες ἢ τὸ μάχεσθαι παρέξειν· ἐθάρρουν γὰρ ταῖς πόλεσιν οὔσαις ὀχυραῖς. παρʼ ὧν οὐδὲν αὐτοῖς ὄφελος ἦν εἰς ταύτας συνδιωχθεῖσιν· Ἑβραῖοι γὰρ ὡς ἐνδόντας αὐτοὺς εὐθὺς εἶδον, ἐνέκειντο καὶ παραλύσαντες αὐτῶν τὸν κόσμον εἰς φόβον κατέστησαν. καὶ οἱ μὲν ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων, οἱ δὲ πρὸς τὴν δίωξιν οὐκ ἔκαμνον, ἀλλʼ οἷς προπεπονήκεσαν προσεπιταλαιπωρῆσαι προθέμενοι, καὶ σφενδονᾶν τε ἄριστοι τυγχάνοντες καὶ πᾶσι τοῖς ἑκηβόλοις δεξιοὶ χρῆσθαι, καὶ διὰ τὴν ὅπλισιν οὖσαν εὐσταλῆ κοῦφοι πρὸς τὸ διώκειν ὄντες μετέθεον τοὺς πολεμίους καὶ τοὺς πορρωτάτω συλληφθῆναι γεγονότας ταῖς σφενδόναις καὶ τοῖς τοξεύμασι κατελάμβανον. φόνος τε οὖν γίνεται πολὺς καὶ τραύμασιν ἐπόνουν οἱ διαφεύγοντες, ἔκαμνόν τε ἐπὶ δίψει μᾶλλον ἤ τινι τῶν πολεμικῶν, καὶ γὰρ ὥρα θέρους ἦν, καὶ ἐπιθυμίᾳ τοῦ πιεῖν. ἐπὶ ποταμὸν οὖν τοὺς πλείους καταραχθέντας, καὶ ὅσον συνεστραμμένον ἔφευγε, περιστάντες ἔβαλλον καὶ πάντας αὐτοὺς ἀκοντίζοντες ἅμα καὶ τοξεύοντες διέφθειραν. ἀποθνήσκει δʼ αὐτῶν καὶ Σιχὼν ὁ βασιλεύς. Ἑβραῖοι δὲ νεκροὺς ἐσκύλευον καὶ λείαν ἔλαβον καὶ πολλὴν ἀφθονίαν τῶν ἐκ τῆς γῆς εἶχον μεστῆς ἔτι τῶν καρπῶν ὑπαρχούσης,

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
