# Jewish Antiquities 9-4-14

Flavius Josephus, Jewish Antiquities, 9 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/9-4

καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπʼ αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπʼ αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτʼ εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν. Ἰαζίηλος δέ τις προφήτης παρελθὼν εἰς μέσην τὴν ἐκκλησίαν ἀνεβόησε τῷ τε πλήθει λέγων καὶ τῷ βασιλεῖ, τὸν θεὸν ἐπακοῦσαι τῶν εὐχῶν καὶ πολεμήσειν αὐτὸν τοῖς ἐχθροῖς ἐπαγγέλλεσθαι. προσέταξε δὲ τῇ ἐπιούσῃ τὴν στρατιὰν ἐξελάσαντα τοῖς πολεμίοις ὑπαντᾶν· εὑρήσειν γὰρ αὐτοὺς ἐπὶ τῆς μεταξὺ Ἱεροσολύμων καὶ Ἐγγάδης ἀναβάσεως λεγομένης δʼ Ἐξοχῆς· καὶ μὴ συμβαλεῖν μὲν αὐτοῖς, στάντας δὲ μόνον ὁρᾶν, πῶς αὐτοῖς μάχεται τὸ θεῖον. τοῦ δὲ προφήτου ταῦτʼ εἰπόντος ὁ μὲν βασιλεὺς καὶ τὸ πλῆθος πεσόντες ἐπὶ πρόσωπον ηὐχαρίστουν τῷ θεῷ καὶ προσεκύνουν, οἱ δὲ Ληουῖται τοῖς ὀργάνοις διετέλουν ὑμνοῦντες. Ἅμα δʼ ἡμέρᾳ προελθὼν ὁ βασιλεὺς εἰς τὴν ἔρημον τὴν ὑποκάτω Θεκώας πόλεως ἔλεγε πρὸς τὸ πλῆθος, ὡς δεῖ πιστεύειν τοῖς ὑπὸ τοῦ προφήτου εἰρημένοις καὶ μὴ παρατάσσεσθαι μὲν αὐτοὺς εἰς μάχην, προστησαμένους δὲ τοὺς ἱερεῖς μετὰ τῶν σαλπίγγων καὶ Ληουιτῶν εὐχαριστεῖν ὡς ἤδη ῥυσαμένῳ τὴν χώραν ἡμῶν παρὰ τῶν πολεμίων. ἤρεσε δὲ ἡ τοῦ βασιλέως γνώμη, καὶ ἅπερ συνεβούλευσε ταῦτʼ ἔπραττον. ὁ δὲ θεὸς εἰς φόβον ἐνέβαλε καὶ ταραχὴν τοὺς Ἀμμανίτας· οἱ δὲ δόξαντες ἀλλήλους πολεμίους ἀπέκτεινον, ὡς ἐκ τῆς τοσαύτης στρατιᾶς ἀνασωθῆναι μηδένα. Ἰωσαφάτης δὲ ἀποβλέψας εἰς τὴν φάραγγα, ἐν ᾗ συνέβαινʼ ἐστρατοπεδευκέναι τοὺς πολεμίους, καὶ πλήρη νεκρῶν ἰδὼν ἥσθη μὲν ἐπὶ τῷ παραδόξῳ τῆς τοῦ θεοῦ βοηθείας, ὅτι μηδὲ πονήσασιν αὐτοῖς αὐτὸς διʼ αὑτοῦ τὴν νίκην ἔδωκεν, ἐπέτρεψε δὲ τῇ στρατιᾷ διαρπάσαι τὴν παρεμβολὴν τῶν ἐχθρῶν καὶ σκυλεῦσαι τοὺς νεκρούς.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
