# Jewish Antiquities 9-14

Flavius Josephus, Jewish Antiquities, 9 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/9

ὡς δʼ ἔγνω τὴν ἔφοδον αὐτῶν ἡ Ῥαάβη, λίνου γὰρ ἀγκαλίδας ἐπὶ τοῦ τείχους ἔψυχε, τοὺς μὲν κατασκόπους εἰς ταύτας ἀποκρύπτει, τοῖς δὲ πεμφθεῖσιν ὑπὸ τοῦ βασιλέως ἔλεγεν, ὡς ξένοι τινὲς εἶεν ἀγνῶτες ὀλίγῳ πρότερον ἢ δῦναι τὸν ἥλιον παρʼ αὐτῇ δειπνήσαντες ἀπαλλαγεῖεν, οὓς εἰ φοβεροὶ τῇ πόλει δοκοῦσιν, ἢ κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας. οἱ δὲ τῆς γυναικὸς οὕτως αὐτοὺς ὑπελθούσης οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον οὐδʼ ἐρευνήσαντες τὸ καταγώγιον. ἐπεὶ δʼ ὁρμήσαντες καθʼ ἃς ἐνόμιζον αὐτοὺς μάλιστα τῶν ὁδῶν ἀπέρχεσθαι καὶ κατὰ τὰς εἰς τὸν ποταμὸν φερούσας οὐδενὶ γνωρίσματι περιετύγχανον, παύονται τοῦ πονεῖν. τοῦ δὲ θορύβου σταλέντος ἡ Ῥαάβη καταγαγοῦσα τοὺς ἄνδρας καὶ τὸν κίνδυνον εἰποῦσα, ὃν ὑπὲρ τῆς αὐτῶν ὑπέλθοι σωτηρίας, ἁλοῦσαν γὰρ ἀποκρύπτουσαν αὐτοὺς οὐκ ἂν διαφυγεῖν τὴν ἐκ τοῦ βασιλέως τιμωρίαν, ἀλλὰ πανοικὶ αὐτὴν ἀπολέσθαι κακῶς, παρακαλέσασα διὰ μνήμης ἔχειν, ὅταν ἐγκρατεῖς τῆς Χαναναίων γῆς καταστάντες ἀμοιβὴν ἐκτῖσαι δύνωνται τῆς ἄρτι σωτηρίας, χωρεῖν ἐκέλευεν ἐπὶ τὰ οἰκεῖα ὀμόσαντας ἦ μὴν σώσειν αὐτὴν καὶ τὰ αὐτῆς, ὅταν τὴν πόλιν ἑλόντες φθείρωσι πάντας τοὺς ἐν αὐτῇ κατὰ ψήφισμα τὸ παρʼ αὐτοῖς γενόμενον· ταῦτα γὰρ εἰδέναι σημείοις τοῖς ἐκ τοῦ θεοῦ διδαχθεῖσαν. οἱ δὲ καὶ τῶν παρόντων αὐτῇ χάριν ἔχειν ὡμολόγουν καὶ περὶ τῶν αὖθις ὤμνυον ἔργῳ τὴν ἀμοιβὴν ἀποδώσειν· ἡνίκα δʼ ἂν αἴσθηται μελλούσης ἁλίσκεσθαι τῆς πόλεως, συνεβούλευον κτῆσίν τε τὴν αὐτῆς καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας, ὅπως εἰδὼς τὴν οἰκίαν ὁ στρατηγὸς φυλάττηται κακῶς ποιεῖν· μηνύσομεν γὰρ αὐτῷ, ἔφασαν, διὰ τὸ σὸν σώζεσθαι πρόθυμον. εἰ δέ τις ἐν τῇ μάχῃ πέσοι τῶν σῶν, σύ τε οὐκ ἂν ἡμῖν ἐπενέγκοις αἰτίαν καὶ τὸν θεὸν ὃν ὀμωμόκαμεν παραιτούμεθα μηδὲν ὡς ἐπὶ παραβαίνουσι τοὺς ὅρκους δυσχερᾶναι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
