# Jewish Antiquities 98-4

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/98-4

τοὺς δʼ ἐν ἀξιώματι τρισχιλίους ὄντας τὸν ἀριθμὸν αὐτοῦ αἰχμαλώτους λαβὼν ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα· ἐν δὲ τούτοις ἦν καὶ ὁ προφήτης Ἰεζεκίηλος παῖς ὤν. καὶ τέλος μὲν τοιοῦτον Ἰωάκειμον τὸν βασιλέα κατέσχε βιώσαντα μὲν ἓξ καὶ τριάκοντα ἔτη βασιλεύσαντα δὲ τούτων ἕνδεκα, ὁ δὲ διαδεξάμενος αὐτοῦ τὴν βασιλείαν Ἰωάκειμος, ἐκ μητρὸς μὲν Νοόστης ὄνομα πολίτιδος δέ, ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας δέκα.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
