# Jewish Antiquities Section arg-10

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/Section%20arg-10
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:Section arg-10

Ὡς Κῦρος ὁ Περσῶν βασιλεὺς τοὺς Ἰουδαίους ἀπολύσας ἐκ Βαβυλῶνος εἰς τὴν οἰκείαν ἐπέτρεψεν αὐτοῖς οἰκοδομῆσαι τὸν ναὸν δοὺς αὐτοῖς χρήματα. ὅτι διεκώλυσαν αὐτοὺς οἱ τοῦ βασιλέως ἡγεμόνες κατασκευάσαι τὸ ἱερὸν ἐμποδὼν γενόμενοι τοῖς ἔργοις. ὡς Κύρου τελευτήσαντος Καμβύσης ὁ παῖς αὐτοῦ παραλαβὼν τὴν ἡγεμονίαν ἐκ παντὸς ἀπηγόρευσε τοῖς Ἰουδαίοις οἰκοδομῆσαι τὸν ναόν. ὅτι Δαρεῖος ὁ Ὑστάσπεω βασιλεύσας Περσῶν ἐτίμησεν τὸ τῶν Ἰουδαίων ἔθνος καὶ τὸν ναὸν αὐτῶν ἀνῳκοδόμησεν. ὡς μετ' αὐτὸν καὶ ὁ παῖς αὐτοῦ Ξέρξης οἰκείως πρὸς τοὺς Ἰουδαίους διετέθη. ὅτι βασιλεύοντος Ἀρταξέρξου Ἰουδαίων πᾶν τὸ ἔθνος ἐκινδύνευσεν. ὡς Βαγώας ὁ Ἀρταξέρξου τοῦ νεωτέρου στρατηγὸς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐξύβρισεν. ὡς ὁ Μακεδόνων βασιλεὺς Ἀλέξανδρος εὐεργέτησεν αὐτοὺς κρατήσας τῆς Ἰουδαίας. περιέχει ἡ βίβλος χρόνον ἐτῶν σμγ μηνῶν ε.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
