# Jewish Antiquities Section arg-15

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ ιη τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/Section%20arg-15
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:Section arg-15

Ὡς Κυρίνιος ὑπὸ Καίσαρος ἐπέμφθη τιμητὴς Συρίας καὶ Ἰουδαίας καὶ ἀποδωσόμενος τὴν Ἀρχελάου οὐσίαν. ὡς Κωπώνιος ἐκ τοῦ ἱππικοῦ τάγματος ἐπέμφθη ἔπαρχος Ἰουδαίας. ὡς Ἰούδας ὁ Γαλιλαῖος ἔπεισεν τὸ πλῆθος μὴ ἀπογράψασθαι τὰς οὐσίας, μέχρις Ἰώζαρος ὁ ἀρχιερεὺς ἔπεισεν αὐτοὺς μᾶλλον ὑπακοῦσαι Ῥωμαίοις. τίνες αἱρέσεις καὶ ὁπόσαι παρὰ Ἰουδαίοις φιλοσόφων καὶ τίνες οἱ νόμοι. ὡς Ἡρώδης καὶ Φίλιππος οἱ τετράρχαι πόλεις ἔκτισαν εἰς τιμὴν Καίσαρος. ὡς Σαμαρεῖς ὀστᾶ νεκρῶν διαρρίψαντες εἰς τὸ ἱερὸν τὸν λαὸν ἑπτὰ ἡμέρας ἐμίαναν. ὡς Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου τελευτήσασα τὰ αὐτῆς κατέλιπεν Ἰουλίᾳ τῇ τοῦ Καίσαρος γαμετῇ. ὡς Πόντιος Πιλᾶτος ἠθέλησε κρύφα εἰς Ἱεροσόλυμα εἰσενέγκαι προτομὰς Καίσαρος, ὁ δὲ λαὸς οὐ κατεδέξατο στασιάσας. τὰ συμβάντα Ἰουδαίοις ἐν Ῥώμῃ κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν Σαμαρέων. κατηγορία ὑπὸ Σαμαρέων Πιλάτου ἐπὶ Οὐιτελλίου καὶ ὡς Οὐιτέλλιος ἠνάγκασεν αὐτὸν ἀναβῆναι εἰς Ῥώμην λόγον τῶν πεπραγμένων ἀποδώσοντα. πόλεμος Ἡρώδου τοῦ τετράρχου πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα καὶ ἧττα. ὡς Τιβέριος Καῖσαρ ἔγραψεν Οὐιτελλίῳ Ἀρταβάνην μὲν τὸν Πάρθον πεῖσαι ὁμήρους αὐτῷ πέμψαι, πρὸς Ἀρέταν δὲ πολεμεῖν. τελευτὴ Φιλίππου καὶ ὡς ἡ τετραρχία αὐτοῦ ἐπαρχία ἐγένετο. ἀπόπλους Ἀγρίππα εἰς Ῥώμην καὶ ὡς κατηγορηθεὶς ὑπὸ τοῦ ἰδίου ἀπελευθέρου ἐδέθη. ὃν τρόπον ἐλύθη ὑπὸ Γαΐου μετὰ τὴν Τιβερίου τελευτὴν καὶ ἐγένετο βασιλεὺς τῆς Φιλίππου τετραρχίας. ὡς Ἡρώδης ἀναβὰς εἰς Ῥώμην ἐξωρίσθη καὶ ὡς τὴν τετραρχίαν αὐτοῦ ἐδωρήσατο Γάιος Ἀγρίππᾳ. στάσις τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρεσβεία ἀφ' ἑκατέρων πρὸς Γάιον. κατηγορία Ἰουδαίων ὑπὸ Ἀπίωνος καὶ τῶν συμπρέσβεων ἐπὶ τῷ μὴ ἔχειν Καίσαρος ἀνδριάντα. τὴν συμβᾶσαν φθορὰν τοῖς ἐν Βαβυλῶνι Ἰουδαίοις δι' Ἀσιναῖον καὶ Ἀνιλαῖον τοὺς ἀδελφούς. περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
