# Jewish Antiquities Section arg-16

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ ιθ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/Section%20arg-16
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:Section arg-16

ὡς Γάιος Καῖσαρ ἐπιβουλευθεὶς ὑπὸ Κασσίου Χαιρέου ἀνῃρέθη καὶ ὡς Κλαύδιος ὁ θεῖος αὐτοῦ βιασθεὶς ὑπὸ τῶν στρατιωτῶν τὴν ἀρχὴν παρέλαβεν. στάσις τῆς βουλῆς καὶ τοῦ δήμου πρὸς αὐτὸν καὶ τὰ σὺν αὐτῷ στρατεύματα. πρεσβεία τοῦ βασιλέως Ἀγρίππα πρὸς τὴν βουλήν, καὶ ὡς συνθέμενοι οἱ στρατιῶται οἱ μετὰ τῆς βουλῆς ἀπεχώρησαν πρὸς Κλαύδιον καὶ κύριον αὐτὸν κατέστησαν τῶν πραγμάτων, ἡ δὲ βουλὴ μονωθεῖσα παρεκάλει Κλαύδιον αὐτῇ διαλλαγῆναι. ὡς Κλαύδιος Καῖσαρ ἀποδίδωσιν Ἀγρίππᾳ τὴν πατρῴαν αὐτοῦ βασιλείαν ἅπασαν προσθεὶς αὐτῷ καὶ τὴν Λυσανίου τετραρχίαν. προγράμματα Κλαυδίου Καίσαρος ἐν Ἀλεξανδρείᾳ ὑπὲρ τῶν ἐκεῖ Ἰουδαίων καὶ ἐν πάσῃ αὐτοῦ ἀρχῇ. ἀπόπλους Ἀγρίππα τοῦ βασιλέως εἰς Ἰουδαίαν. ἐπιστολὴ Πουπλίου Πετρωνίου τοῦ Συρίας ἡγεμόνος πρὸς Δωρίτας ὑπὲρ Ἰουδαίων. ὡς βασιλεὺς Ἀγρίππας τὰ Ἱεροσολύμων τείχη πολυτελῶς κατασκευάζων ἀτελῆ τὴν σπουδὴν ἔσχεν μεταξὺ τελευτήσας. ὅσα ἔπραξεν ἐν τρισὶν ἔτεσιν ἄχρι τῆς τελευτῆς αὐτοῦ καὶ ὃν τρόπον τὸν βίον κατέστρεψεν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν γ μηνῶν ϛ.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
