# Jewish Antiquities Section arg-5

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-5

α. Φθορὰ Παλαιστίνων καὶ τῆς γῆς αὐτῶν ἐξ ὀργῆς τοῦ θεοῦ διὰ τὴν αἰχμαλωτευθεῖσαν ὑπ' αὐτῶν κιβωτόν, καὶ τίνα τρόπον ἀπέπεμψαν αὐτὴν τοῖς Ἑβραίοις. β. στρατεία Παλαιστίνων ἐπ' αὐτοὺς καὶ νίκη Ἑβραίων Σαμουήλου στρατηγοῦντος αὐτῶν τοῦ προφήτου. γ. ὡς Σαμουῆλος διὰ τὸ γῆρας ἀσθενὴς ὢν τὰ πράγματα διοικεῖν τοῖς παισὶν αὐτοῦ ἐνεχείρισεν. δ. ὡς οὐ καλῶς προϊσταμένων ἐκείνων τῆς ἀρχῆς τὸ πλῆθος ὑπ' ὀργῆς ᾐτήσατο βασιλεύεσθαι. ε. Σαμουήλου πρὸς τοῦτο ἀγανάκτησις καὶ βασιλέως αὐτοῖς ἀνάδειξις Σαούλου τοὔνομα κελεύσαντος τοῦ θεοῦ. ϛ. Σαούλου στρατεία ἐπὶ τὸ Ἀμμανιτῶν ἔθνος καὶ νίκη καὶ διαρπαγὴ τῶν πολεμίων. ζ. ὡς στρατευσάμενοι πάλιν ἐπὶ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι ἡττήθησαν. η. Σαούλου πρὸς Ἀμαληκίτας πόλεμος καὶ νίκη. θ. ὅτι παραβαίνοντος Σαούλου τὰς ἐντολὰς τοῦ προφήτου Σαμουῆλος ἄλλον ἀπέδειξε βασιλέα κρύφα Δαβίδην ὄνομα κατ' ἐπιτροπὴν τοῦ θεοῦ. ι. ὡς καὶ πάλιν ἐπεστράτευσαν τοῖς Ἑβραίοις οἱ Παλαιστῖνοι ἔτι Σαούλου βασιλεύοντος. ια. μονομαχία Δαβίδου τότε πρὸς Γολίαθον τὸν ἄριστον τῶν Παλαιστίνων καὶ ἀναίρεσις τοῦ Γολιάθου καὶ ἧττα τῶν Παλαιστίνων. ιβ. ὡς θαυμάσας τὸν Δαβίδην τῆς ἀνδρείας συνῴκισεν αὐτῷ τὴν θυγατέρα Σαοῦλος. ιγ. ὅτι μετὰ ταῦτα ὕποπτον αὐτῷ τὸν Δαβίδην γενόμενον ὁ βασιλεὺς ἐσπούδασεν ἀποκτεῖναι. ιδ. ὡς πολλάκις καὶ Δαβίδης κινδυνεύσας ἀποθανεῖν ὑπὸ τοῦ Σαούλου διέφυγε καὶ Σαοῦλον δὶς ἐπ' αὐτῷ γενόμενον ὥστε ἀνελεῖν οὐ διεχρήσατο. ιε. ὡς στρατευσαμένων Παλαιστίνων πάλιν ἐπὶ τοὺς Ἑβραίους ἡττήθησαν οἱ Ἑβραῖοι τῇ μάχῃ καὶ ὁ βασιλεὺς αὐτῶν Σαοῦλος ἀπέθανε μετὰ τῶν παίδων μαχόμενος. περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
