# Jewish Antiquities Section arg-8

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-8

α. Ὡς στρατευσάμενος ὁ Ἀχάβου παῖς Ἰώραμος ἐπὶ Μωαβίτας ἐκράτησεν αὐτῶν. β. ὡς ὁ ὁμώνυμος αὐτῷ Ἰώραμος βασιλεύων τῶν Ἱεροσολυμιτῶν τὴν ἀρχὴν πᾶσαν λαβὼν τούς τε ἀδελφοὺς καὶ τοὺς πατρῴους φίλους ἀπέκτεινεν. γ. ὅτι τῆς Ἰδουμαίας ἀποστάσης καὶ στρατευσάντων ἐπ' αὐτὸν Ἀράβων ἥ τε δύναμις αὐτοῦ πᾶσα διεφθάρη καὶ οἱ παῖδες αὐτοῦ πάρεξ ἑνὸς ὄντος ἔτι νηπίου καὶ πρὸς τούτοις αὐτὸς ἀσεβὴς γενόμενος κακῶς τὸν βίον κατέστρεψεν. δ. στρατεία τοῦ Σύρων καὶ Δαμασκοῦ βασιλέως ἐπὶ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ἰώραμον καὶ πῶς πολιορκηθεὶς οὗτος ἐν Σαμαρείᾳ παραδόξως τὸν κίνδυνον διέφυγεν. ε. ὡς αὐτὸς Ἰώραμος ἀπέθανεν ὑπὸ Ἰηοῦ ἀναιρεθεὶς τοῦ ἱππάρχου καὶ ἡ γενεὰ αὐτοῦ καὶ ὁ τῶν Ἱεροσολύμων βασιλεὺς Ὀχοζίας. ϛ. ὅτι μετὰ τὴν τούτου τελευτὴν ὁ Ἰηοῦς ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ διατρίβων καὶ οἱ παῖδες αὐτοῦ ἐπὶ γενεὰς τέσσαρας. ζ. ὡς γυνή τις Ὀθλία τοὔνομα τῶν Ἱεροσολυμιτῶν ἐβασίλευσεν ἐπὶ ἔτη πέντε καὶ ἀνελὼν αὐτὴν ὁ ἀρχιερεὺς Ἰώδας τὸν Ὀχοζίου παῖδα Ἰωάσην ἀπέδειξε βασιλέα. η. Ἀζαήλου τοῦ Δαμασκηνῶν βασιλέως ἐπὶ τοὺς Ἰσραηλίτας στρατεία καὶ ὡς πολλὰ κακὰ τήν τε χώραν αὐτῶν διαθεὶς καὶ τὴν Σαμαρέων πόλιν ὀλίγῳ πάλιν ὕστερον χρόνῳ στρατεύσας ἐπὶ τοὺς Ἱεροσολυμίτας καὶ πολλὰ χρήματα λαβὼν παρὰ τοῦ βασιλέως αὐτῶν εἰς Δαμασκὸν ἀνέζευξεν. θ. ὡς Ἀμασίας ὁ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς στρατευσάμενος ἐπὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας ἐνίκησεν. ι. ὡς αὐτὸς οὗτος πολεμῶν πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα Ἰώασον ἡττᾶται μέν, ληφθεὶς δὲ αἰχμάλωτος καὶ πολλὰ χρήματα δοὺς ἀπελύθη πάλιν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ ὡς ὁ παῖς αὐτοῦ Ὀζίας τὰ πέριξ ἔθνη ἐχειρώσατο. ια. στρατεία τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως Ἱεροβάμου ἐπὶ Συρίαν καὶ νίκη. ιβ. ὡς ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πολλὰ χρήματα παρὰ Φακέα τοῦ βασιλέως αὐτῶν εἰσπραξάμενος εἰς τὴν οἰκείαν ὑπέστρεψεν. ιγ . ὅτι στρατευσάμενος Ῥαασσεὶν ὁ Δαμασκοῦ βασιλεὺς ἐπὶ Ἱεροσολυμίτας ἠνάγκασεν Ἀχάζην τὸν βασιλέα πέμψαντα χρήματα πολλὰ πρὸς τὸν βασιλέα Ἀσσυρίων πεῖσαι τούτοις αὐτὸν ἐπὶ Δαμασκὸν στρατεύσασθαι. ιδ. ὡς κατὰ κράτος εἷλεν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Δαμασκὸν καὶ διέφθειρε μὲν αὐτῶν τὸν βασιλέα, τοὺς δὲ ἀνθρώπους ἀναστήσας εἰς Μηδίαν ἕτερα ἔθνη κατῴκισεν ἐν Δαμασκῷ. ιε. ὡς Σαλμανάσαρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πέντε πολιορκήσας ἔτεσιν ἐν αὐτῇ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ὠσῆν παραστησάμενος τὴν πόλιν ἀπέκτεινεν, ιϛ. καὶ ὡς ὁ Ἀσσύριος τὰς δέκα τῶν Ἰσραηλιτῶν φυλὰς εἰς τὴν Μηδίαν κατοικίσας ἐκ τῆς Περσίδος τὸ τῶν Χουθαίων ἔθνος εἰς τὴν ἐκείνων μετήγαγε χώραν, οὓς Ἕλληνες Σαμαρεῖς καλοῦσιν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ἑκατὸν καὶ πεντήκοντα καὶ ζ μηνῶν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
