# Jewish Antiquities Section arg

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ β τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg

α. Ὡς Ἡσαῦς καὶ Ἰάκωβος Ἰσάκου παῖδες ὄντες, διείλοντο τὴν οἴκησιν καὶ Ἡσαῦς μὲν τὴν Ἰδουμαίαν κατέσχεν, Ἰάκωβος δὲ τὴν Χαναναίαν. β. ὡς Ἰώσηπος ὁ νεώτατος τῶν Ἰακώβου παίδων ὀνειράτων αὐτῷ προδεικνύντων τὴν μέλλουσαν εὐδαιμονίαν ὑπὸ τῶν ἀδελφῶν ἐφθονήθη. γ. ὡς αὐτὸς οὗτος εἰς Αἴγυπτον πραθεὶς ὑπὸ τῶν ἀδελφῶν διὰ τὸ πρὸς αὐτὸν μῖσος καὶ γενόμενος ἐπίσημος ἐκεῖ καὶ λαμπρότατος τοὺς ἀδελφοὺς ἔσχεν ὑποχειρίους. ἡ τοῦ πατρὸς αὐτοῦ μετὰ τῆς γενεᾶς πάσης πρὸς αὐτὸν μετάβασις διὰ τὸν γενόμενον λιμόν. ε. ὅσα τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ συνέβη κακοπαθοῦσιν ἐπ' ἔτη τετρακόσια. ϛ. ὡς Μωσέως ἡγουμένου τὴν Αἴγυπτον ἐξέλιπον. ζ. ἡ Μωσέως γένεσις καὶ ἀνατροφή. η. ὡς ἡ θάλασσα τοῖς Ἑβραίοις διωκομένοις ὑπὸ τῶν Αἰγυπτίων ἀνακοπεῖσα φυγὴν δι' αὐτῆς παρέσχεν. .

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
