# Contra Nestorianos (ap. Chronicon paschale) 32

Flavius Justinianus Imperator, Contra Nestorianos (ap. Chronicon paschale), Page 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-justinianus-imperator-theol/contra-nestorianos-ap-chronicon-paschale/32

Καὶ τῇ κʹ τοῦ αὐτοῦ Δίου μηνός, τῆς ιβʹ ἰνδικτιῶνος, προέθηκεν θεῖον αὐτοῦ γράμμα ὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐν Κωνσταντινουπόλει, καταπέμψας καὶ ἐν τῇ πόλει Ῥώμῃ καὶ ἐν Ἱεροσολύμοις καὶ ἐν τῇ μεγάλῃ τῶν Ἀντιοχέων Θεουπόλει τῆς Συρίας καὶ ἐν τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων πόλει τῇ πρὸς Αἴγυπτον καὶ ἐν Θεσσαλονίκῃ τῇ πόλει τοῦ Ἰλλυριῶν ἔθνους καὶ ἐν Ἐφέσῳ πόλει τῆς Ἀσίας τὸ αὐτὸ θεῖον αὐτοῦ γράμμα, ὅπερ εἶχεν οὕτως Αὐτοκράτωρ Καῖσαρ Ἰουστινιανός, εὐσεβής, νικητής, τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, πολίταις ἡμετέροις. Τὸν σωτῆρα καὶ δεσπότην τῶν ἁπάντων Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν ἡμῶν θεὸν θεραπεύειν διὰ πάντων σπουδάζομεν ὅσον ἐνδέχεται νοῦν καταλαμβάνειν ἀνθρώπινον μιμεῖσθαι τὴν αὐτοῦ συγκατάβασιν. καὶ εὑρόντες τινὰς τῇ νόσῳ καὶ μανίᾳ κρατουμένους Νεστορίου καὶ Εὐτυχοῦς τῶν ἐχθρῶν τοῦ θεοῦ καὶ τῆς ἁγιωτάτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀρνουμένους τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκον εἰπεῖν κυρίως καὶ κατ' ἀλήθειαν, ἐσπουδάσαμεν τούτους τὴν ὀρθὴν τῶν χριστιανῶν διδαχθῆναι πίστιν. οἱ δὲ ἀνιάτως ἔχοντες καὶ κρύπτοντες τὴν ἑαυτῶν πλάνην, περιέρχονται, καθὰ μεμαθήκαμεν, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐκταράττοντες καὶ σκανδαλίζοντες καὶ ἐναντία τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας λέγοντες. ἀναγκαῖον τοίνυν ἐνομίσαμεν καταλῦσαι μὲν τὰς τῶν αἱρετικῶν ψευδολογίας, σαφηνίσαι δὲ πᾶσιν ὅπως δοξάζει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. κηρύττουσι δὲ οἱ αὐτῆς ὁσιώτατοι ἱερεῖς, οἷς καὶ ἡμεῖς ἑπόμενοι φανερὰ καθιστῶμεν τὰ περὶ τῆς ἐν ἡμῖν ἐλπίδος, οὐ καινίζοντες πίστιν, μὴ γένοιτο, ἀλλ' ἐλέγχοντες τὴν μανίαν τῶν φρονούντων τὰ τῶν ἀσεβῶν αἱρετικῶν, ὅπερ καὶ ἤδη ἐν τοῖς προοιμίοις τῆς ἡμετέρας βασιλείας πράξαντες πᾶσι κατάδηλον ἐποιήσαμεν. Πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσι προσκυνοῦντες, μίαν θεότητα, μίαν δύναμιν, τριάδα ὁμοούσιον. ἐπ' ἐσχάτου δὲ τῶν ἡμερῶν ὁμολογοῦμεν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν ἐκ θεοῦ ἀληθινοῦ, τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν συναΐδιον τῷ πατρί, τὸν ἐξ οὗ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ ἐνανθρωπήσαντα σταυρόν τε ὑπομεῖναι ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ ταφῆναι καὶ ἀναστῆναι τῇ τρίτῃ

---

Flavius Justinianus Imperator Theol., Contra Nestorianos (ap. Chronicon paschale). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2734.tlg015.local001/.
