# Edictum de asylo 001

Flavius Justinianus Imperator, Edictum de asylo, Edition urn:cts:greekLit:tlg2734.tlg025.local001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-justinianus-imperator-theol/edictum-de-asylo-2/001

Ἐκ τῆς διατάξεως ἐκτεθείσης ὑπὲρ τῶν προσφύγων τῆς μεγάλης ἐκκλησίας καὶ τῶν ἁπανταχοῦ τῆς οἰκουμένης θείων ἐκκλησιῶν Εἴ τις τῶν ἐκ θεοῦ τετιμημένων τῇ μεγάλῃ τῆς ἀρχιερωσύνης τιμῇ προδῷ τινα τῶν προσφυγόντων τῇ κατ' αὐτὸν ἐκκλησίᾳ, κἂν τῶν ἀλλοτρίων ἐστίν, ἢ αὐτὸς δι' ἑαυτοῦ προδήλως ἢ τῇ τούτου ὑποβολῇ ἄλλος ἀντ' αὐτοῦ, ὁ τοιοῦτος οἷος ἂν καὶ εἴη κακώσεσιν ὑποβαλλέσθω αἷς καὶ ὁ πρόσφυξ ὑπεβλήθη παρὰ τοῦ λαβόντος αὐτόν, τῆς ἰδίας πρότερον στερούμενος ἀρχιερωσύνης. καὶ εἴ τις δὲ τῶν μεγάλα δυναμένων καὶ ἀρχικὴν ὑπενδυομένων ἐξουσίαν τολμήσειεν ἀποσπάσαι βίᾳ ἀπὸ τῆς ἀρχιερατικῆς χειρὸς τὸν αὐτὸν πρόσφυγα καὶ τῶν ἀδύτων ἐξελκῦσαι τῆς ἐκκλησίας ἐν ᾗ προσέφυγεν ἢ αὐτὸς δι' ἑαυτοῦ ἢ διὰ τῶν ὑπὸ χεῖρα, καὶ οὗτος τὴν ζώνην τῆς ἰδίας ἀρχῆς ἀφαιρούμενος καὶ μαστιγούσθω καὶ κακούσθω καὶ δημευέσθω πᾶσα ἡ οὐσία αὐτοῦ. οὐ γὰρ ἀνεχόμεθα τοιοῦτόν τι κατατολμᾶσθαι τὸ σύνολον ἐν πάσῃ ὑπὸ Ῥωμαίους ἀρχῇ καὶ τῇ χριστιανικωτάτῃ καταστάσει. τοῦτο γὰρ τῶν ἐθνῶν μόνον ἐστὶ καὶ τῶν ἔξω νόμου ὄντων καὶ μηδὲ τὴν οἰκείαν φύσιν αἰδουμένων, ἀλλὰ καὶ αὐτῶν δὴ τῶν αἱμοβόρων θηρίων θηριωδεστέρων πάντως καὶ ἀτιθασσευτέρων τυγχανόντων καὶ χαιρόντων καταφαγεῖν τὸ ὁμόφυλον σῶμα τῆς θείας διαπλάσεως καὶ βεβηλοτέρων ἀποδεικνυμένων καὶ αὐτοῦ δὴ τοῦ μισητοῦ Ἰούδα τοῦ προδότου καὶ βδελυκτοῦ.

---

Flavius Justinianus Imperator Theol., Edictum de asylo. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2734.tlg025.local001/.
