Ancient Greek · ~2 min
Volume 2
Fragmenta Alchemica, Χρυσοῦ ποίησις (e cod. Paris. B.N. gr. 2327, fol. 232r) 2.382
Not analysed yet
ΧΡΥΣΟΥ ΠΟΙΗΣΙΣ Λαβὼν χαλκὸν τὸν φυσικὸν, χώνευσον ἑπτάκις, καὶ ἐν ἑκάστῃ χωνεύσει βάλε καὶ ταῦτα· ἐν τῇ πρώτῃ χωνεύσει, λελυμένον τάρταρον ὅσον θέλεις· θὲς εἰς τὸν χαλκὸν τὸν λελυμένον· εἰς τὴν δευτέραν πάλιν χώνευσιν, θὲς στυπτηρίαν τετριμμένην ὡς κονιορτόν· εἰς τὴν τρίτην χώνευσιν, τετριμμένον ἅλας ἀμμωνιακόν· εἰς τὴν τετάρτην χώνευσιν, νίτρον τετριμμένον· εἰς τὴν πέμπτην χώνευσιν, ὁμοίως ἀρσενίκην τετριμμένον· εἰς τὴν ἕκτην χώνευσιν, ἀφροσέληνον· ὁμοίως εἰς τὴν ἑβδόμην χώνευσιν, τούτιαν τῆς Σπανίας πράσινον προτετριμμένην μετὰ οὔρου ἀφθόρου καὶ ποτισμένην ἐν ἡλίῳ καὶ γενομένην ξηρίον, καὶ <θέλεις> ἰδεῖν, Θεοῦ θέλοντος, χρυσόν. Φησὶν ἡ Μαρία· «Καὶ βάψεις ἑπτάκις, εὕρεις παράδοξα.»