# Κινναβάρεως σκευασία (e cod. Paris. B.N. gr. 2327, fol. 232r) 2.384

Fragmenta Alchemica, Κινναβάρεως σκευασία (e cod. Paris. B.N. gr. 2327, fol. 232r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/fragmenta-alchemica/e-cod-paris-b-n-gr-2327-fol-232r/2.384

εἰσελθεῖν τὸ βικίον, καὶ χώρισον κάλαμον· καὶ μετὰ ταῦτα ἄναψον τὸ καμίνιον. Ἔασον δὲ καὶ ἑτέραν θυριδίτζαν μικρὰν ὅθεν μέλλει εἰσελθεῖν τοῦ πυρὸς λάβρα κύκλωθεν. Τὸ δὲ σημεῖον τῆς ἑψήσεως τοιοῦτόν ἐστι· τήρησον τὸ κένωμα τοῦ βικίου, καὶ ἐὰν ἴδῃς ἐξερχόμενον καπνὸν ὡσεὶ πορφύρας σχῆμα ἔχοντα, καὶ τὴν θερμότητα κινναβαρίζουσαν, ἰδοὺ γέγονεν. Κατάλειπε πλέον τοῦ ἐκκαίειν τὸ ὑέλιον· εἰ γὰρ τούτου γενομένου πλέον ἐθέλεις ἐκκαῦσαι, ῥήγνυται τὸ ὑέλιον. Ὑδράργυρον βράσον μετὰ ῥεφανίνῳ ἐλαίῳ θείῳ τε, καὶ καυστὸν ἀρσένικον ἐν ἀγγείῳ ὑελίνῳ ἐπὶ ἡμέρας γʹ, τῇ δὲ δῃἡμέρᾳ ἔασον ψυγῆναι. Καὶ ἔστω πάλιν ὑδράργυρος μετὰ ὄξους δριμυτάτου· καὶ λαβὼν θείου τὸ ἥμισυ κατὰ σταθμὸν τοῦ ἀργύρου, καὶ μίξας αὐτὰ ὁμοῦ ἐν νίτρῳ, καὶ τρίψον αὐτὴν εἰς ἰγδὴν, καὶ γενήσεται ξανθή. Καὶ βαλὼν αὐτὴν εἰς ἄγγος ὄξος δριμύτατον, καὶ φιμώσας καλῶς ἵνα μὴ διαπνεύσῃ, καὶ ἔασον ἡμέρας εʹ· τῇ δὲ ϛῃ ἡμέρᾳ εὑρήσεις τὸ μυστήριον. Γλύκιζε αὐτὴν, καὶ ξηράνας αὐτὴ ἐν ἡλίῳ, καὶ ἔχε τὸ μυστήριον. Σὺν Θεῷ, λαβὼν ὠὰ, κλάσας αὐτὰ, καὶ χώρισον τὰ πυρρὰ, καὶ τὰ λευκὰ ταῦτα παρίδε· καὶ θέσον εἰς ἄμβικον, καὶ ἔασον ἡμέρας ηʹ ἢ ζʹ· καὶ κάθελε ἀπ' αὐτοῦ τὸ ὕδωρ· τὸ δὲ σωματούμενον καῦσον μέχρι γίνεται ἡ ἄσβεστος, καὶ ἔχε ταύτην ἀκριβῶς πεφυλαγμένην. Αὐτὴ λέγεται ἄσβεστος γέοδρα (?).

---

Fragmenta Alchemica, Κινναβάρεως σκευασία (e cod. Paris. B.N. gr. 2327, fol. 232r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1379.tlg048.local001/.
