Ancient Greek · ~3 min
Volume 2
Fragmenta Alchemica, Περὶ τοῦ μεταλλικοῦ λιθοῦ ἐν οἷς τοῖς τόποις ἐκείνοις κατασκευάζεται (e cod. Paris. B.N. gr. 2327, fol. 249r) 2.26
Not analysed yet
ΠΕΡΙ ΤΟΥ ΜΕΤΑΛΛΙΚΟΥ ΛΙΘΟΥ ΕΝ ΟΙΣ ΤΟΙΣ ΤΟΠΟΙΣ ΕΚΕΙΝΟΙΣ ΚΑΤΑΣΚΕΥΑΖΕΤΑΙ. Χρὴ γὰρ γινώσκειν ὅτι ἐν τῇ Θηβαΐδι γῇ ἐν ᾧ τόπῳ εἰσί, ἐν ᾧ τὸ ψῆγμα σκευάζεται· Κλειόπολις, Ἀλυκόπριος Ἀφροδίτη, Ἀπόλενος καὶ Ἐλεφάντινα. Ἔστι δὲ ὁ μεταλλικὸς λίθος μαρμαροειδὴς, σκληρὸς, καὶ οἱ ἄνθρωποι ἐκεῖσε μεγάλῳ μόχθῳ ὀρύσσαντες σκευάζουσιν ἔνδον ἐσμιχθοὺς λύχνους κατέχοντες, τὴν φλέβα κατέχουσιν εὑρισκόμενοι. αἱ δὲ γυναῖκες αὐτῶν τρίβουσιν, καὶ ἀλήθουσι. Ὅταν δὲ σποδὸν ποιήσαντες τὸ ὕδωρ χυμαῖον ἐμβάλλουσιν ὑποκάτω σανίδας, καὶ κοίλας ἀντιστασίμους ἔχοντες· καὶ τὸ μὲν ἀχυρῶδες καὶ κοῦφον καὶ ἄχρηστον περὶ τοῦ ὕδατος ἕψεται· τὸ δὲ χρήσιμον εἰς τόπους τῶν σανίδων διὰ τὸ βάρος ὑπολέληπται. Καὶ τότε τῇ ἑψήσει περιδῶσι τὸ συναχθὲν εἰς ἄγγος κεράμου