Ancient Greek · ~2 min
Volume 2
Fragmenta Alchemica, Λεύκωσις ὕδατος, δι' οὗ λευκαίνεται οἰκονομούμενον τὸ ἀρσενικὸν καὶ ἡ σανδαράχη (e cod. Paris. B.N. gr. 2327, fol. 279v) 2.391
Not analysed yet
ΛΕΥΚΩΣΙΣ ΥΔΑΤΟΣ ΔΙ' ΟΥ ΛΕΥΚΑΙΝΕΤΑΙ ΟΙΚΟΝΟΜΟΥΜΕΝΟΝ ΤΟ ΑΡΣΕΝΙΚΟΝ ΚΑΙ ΣΑΝΔΑΡΑΧΗ Ὅτε συνενοῦται ὁ χαλκὸς ὀπτούμενος στυπτηρίας σχιστῆς μέρος αʹ, κόμμεως λευκοῦ μέρος αʹ, λύει σὺν τῷ κόμμει ὕδωρ, καὶ ὅταν λύει, γίνεται γλοιοῦ πάχος. Βάλε τὴν στυπτηρίαν ἀπὸ σκεῦος, καὶ κατάχεε τὸ ὕδωρ τοῦ κόμμεως· ὄπτα ἕως οὗ ἀναξηρανθῇ, καὶ ἔχε. Τοῦτο συνλειοῦται τὸ ἀρσενίκην, καὶ ἡ σανδαράχη, καὶ χαλκὸς, καὶ τότε εἰς τὴν ὄπτησιν ἄγει.