Ancient Greek
Volume 2
Fragmenta Alchemica, Περὶ ποιήσεως κινναβάρεως (e cod. Venet. Marc. 299, fol. 106r) 2.38
Not analysed yet
καὶ φιμώσας τὸ στόμα αὐτοῦ μετὰ πυριμάχου πηλοκαρβώνου ἔχον τὸ πάχος δακτύλους γʹ, ἔμβαλε αὐτὰ εἰς αὐτόματον πῦρ ἐπὶ ὥρας ϛʹ ἢ θʹ. Καὶ εἶθ' οὕτως ἐκβαλὼν, εὑρήσεις αὐτὰ βωλοποιηθέντα σιδηροειδῆ. Τοῦτο λείωσον εἰς χρυσὸν μετὰ ὕδατος πολλάκις· ὅσον γὰρ λειώσεις αὐτὰ, τοσοῦτον ξανθὰ γίνονται. Τὸ γὰρ θεῖον ἄπυρον τὰ φευκτὰ ἄφευκτα ποιεῖ. Περὶ κινναβάρεως. —Δεῖ γινώσκειν ὅτι ἡ ἀνάκαμψις τῆς κινναβάρεως διὰ νιτρελαίου γίνεται, καὶ οὕτως χωνεύεται μετὰ πυρᾶς λεπτῆς, ὡς ἐπινοεῖς. Ἄλλως περὶ κινναβάρεως. —Δεῖ γινώσκειν ὅτι ἡ μαγνησία ἡ ὑελουργικὴ ταύτη ἐστὶν ἡ τῆς Ἀσίας, δι' ἧς ὁ ὕελος τὰς βαφὰς δέχεται, καὶ ὁ ἰνδικὸς σίδηρος γίνεται, καὶ τὰ θαυμάσια ξίφη.