Ancient Greek · ~2 min
Volume 2
Fragmenta Alchemica, Βαφὴ τοῦ παρὰ Πέρσαις ἐξευρημένου χαλκοῦ γραφεῖσα ἀπὸ ἀρχῆς Φιλίππου (e cod. Venet. Marc. 299, fol. 118r) 2.347
Not analysed yet
καὶ βαλὼν ἄμφω εἰς χώνην, φύσα σφοδρῶς, ἕως ἂν βράσῃ ὁ χαλκὸς μετὰ τοῦ ξηρίου· καὶ ὅτε βράσει, προστιθεὶς αὖθις κάρβωνα μετὰ φύσης πολλῆς, ἕως ἑνωθῶσιν ἄμφω. Καὶ ἐὰν θέλῃς γνῶναι τὸ κάλλος τῆς χροιᾶς, λάβε σιδήριόν τι ἀκροσκόλιον, καὶ ἐξάγαγε διὰ τοῦ ἄκρου αὐτοῦ, καὶ θέασαι· καὶ εἰ μὲν ἀρέσει τὸ χρῶμα, παύεις τὴν φύσαν· εἰ δὲ οὔπω ἤρεσεν, πρόσθες φύσαν καὶ κάρβωνα· ἡ γὰρ διὰ τῶν καρβόνων φύσα ὁπόσον ἂν πλεονάσῃ, βέλτιον ἀπεργάζεται τὸ προκείμενον.