Ancient Greek
Volume 2
Fragmenta Alchemica, Τίς ἡ μετὰ τὴν ἴωσιν οἰκονομία (e cod. Venet. Marc. 299, fol. 128r) 2.375
Not analysed yet
ΤΙΣ Η ΜΕΤΑ ΤΗΝ ΙΩΣΙΝ ΟΙΚΟΝΟΜΙΑ Ἐξαιθριώσαι μετὰ τὴν ἴωσιν ἡμέρας εʹ τὸ φάρμακον, κατὰ τὴν παραίνεσιν Ἴσιδος. Εἰ μὲν ξηρίον βούλει σκευάζειν, μῖξον ἀλλήλοις τὰ μόρια τοῦ συνθέματος, σεσηπός φημι καὶ τὸ ἄσηπτον, ὑγρὸν καὶ ξηρόν. Καὶ λειώσας ἐν ἡλίῳ ἢ σκιᾷ, κατάθου ἐν ἱππείᾳ. Εἰ δὲ ὑγρὸν ἐπείγῃ φάρμακον ἐκτελεῖν, μίξας ἄμφω τὰ ὕδατα, καὶ ἀσφαλισάμενος ἐν τοῖς ἄγγεσιν, ἀπόδος τῇ τῶν βολβίτων πυρίᾳ τρεῖς ἢ πέντε μόνον ἡμέρας, καὶ λειοτριβήσας, ἔχε τέλειον τὸ ξηρίον.