Ancient Greek
Volume 2
Fragmenta Alchemica, Ὅρκος τοῦ φιλοσόφου (e cod. Venet. Marc. 299, fol. 128v) 2.27
Not analysed yet
ΟΡΚΟΣ. Ὄμνυμί σοι, καλὲ παῖ, τὴν μακαρίαν καὶ σεβασμίαν Τριάδα ὡς οὐδὲν ἀπέκρυψα τῶν ἐμοὶ παρ' αὐτῆς δεδομένων ἐν ταμείοις ψυχῆς μυστηρίων τῆς ἐπιστήμης· ἀλλὰ πάντα τὰ γνωσθέντα μοι θεόθεν περὶ τῆς τέχνης ἀφθόνως ἐνέθηκα ταῖς ἡμετέραις γραφαῖς, ἀναπτύξας καὶ τῶν ἀρχαίων τὸν νοῦν, ὡς λογίζομαι. Σὺ οὖν εὐσεβῶς αὐταῖς ἐντυγχάνων ἁπάσαις καὶ νουνεχῶς, εἴ τι μὴ καλῶς ἡμῖν εἴρηται ἀγνοήσασιν οὐ πανουργευσαμένοις, διόρθου τὰ ἡμέτερα πταίσματα, σεαυτὸν ὠφελῶν, καὶ τοὺς ἐντυγχάνοντας πιστοὺς ὄντας Θεῷ καὶ ἀκακοήθεις καὶ ἀγαθοὺς, ὅπερ ἐστὶ χαλεπὸν εὑρίσκειν ὡς ἀληθῶς. Ἔρρωσο ὁ ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ Τρίαδι, πατρὶ, φημὶ, καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Τριάς . . . ἡ μονὰς ὁ υἱὸς ἀτρέπτως ἐνανθρωπήσας καυχήσει τῆς δυάδος οἰκοιωθὲν ὀνόματι τὴν ἄμωμον ἔπλασεν ἀνθρώπου φύσιν ὀλισθήεσσαν ἰδὼν διωρθώσατο.