Ancient Greek
Volume 2
Fragmenta Alchemica, Ποίησις ἀργύρου (e cod. Venet. Marc. 299, fol. 194v) 2.389
Not analysed yet
ΠΟΙΗΣΙΣ ΑΡΓΥΡΟΥ Λαβὼν μολύβδου μοῖραν αʹ, κασσιτέρου μοίρας 𐅶ϛ, διὰ χώνης χοῦν ποίει· καὶ τρίψας ὄξει καὶ ἅλατι, λεύκαινε ταῦτα. Εἶτα βαλὼν εἰς κατζίον ἐν ἐλαίῳ λύε τρίς. Εἶτα ἐπὶ μοίρας εʹ τούτων βάλε ἀργύρου μοῖραν αʹ· καὶ ἑνώσας διάλυε πυρί. Ἔπειτα λύων κασσιτέρου μοίρας εʹ, ἀπὸ τούτου βάλε τοῦ συνθέματος μοῖραν μίαν· καὶ ὄψῃ αὐτὴν τὴν φύσιν τοῦ ἀργύρου. ΕΤΕΡΩΣ. Λαβὼν ὑδράργυρον δυτικὸν καὶ ὑδράργυρον ἀνατολικὸν, ἐπίσης τρίψον καὶ βάλε εἰς ὕελον, καὶ ἕψει ἑπτάκις· τὸ δὲ ἀναβαίνει ὡσεὶ κρύσταλλος. Εἶτα τρίψον αὐτὸ μετὰ λευκοῦ τῶν ὠῶν, καὶ αὖθις ἕψει, καὶ ἀναβαίνει ὡσεὶ κρύσταλλος. Εἶτα τοῦτο λαβὼν, ποίει ἀπαιωρῶν