# Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον εἰς τὴν οἰκονομίαν τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 62r) 2.388

Fragmenta Alchemica, Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον εἰς τὴν οἰκονομίαν τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 62r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/fragmenta-alchemica/e-cod-venet-marc-299-fol-62r/2.388

τὴν τοῦ παντὸς δημιουργίαν, καὶ εἰς αὐτὸν δὴ τὸν δημιουργὸν, κατὰ ἀλληγορίαν τοιάνδε. Τὸ πᾶν εἰς ἓξ πράγματα θεωρεῖται· εἴς τε τὰ τέσσαρα στοιχεῖα, <καὶ> εἰς ψυχὴν καὶ εἰς αὐτὸν δὴ τὸν θεὸν τὸν τούτων οἰκονόμον καὶ δημιουργόν. Τὰ δὲ τέσσαρα στοιχεῖά εἰσι ταῦτα· πρῶτον μὲν καὶ ἀνωφερέστερον, τὸ πῦρ, δεύτερον καὶ ὑπὸ τοῦτο, ὁ ἀήρ· τρίτον καὶ ὑπὸ τοῦτο, ἡ γῆ, τέταρτον καὶ ὑπὸ ταύτην, τὸ ὕδωρ. Ἔχεις ἰδοὺ τὰ τέσσαρα στοιχεῖα· πρὸς τούτοις δὲ ἔστι καὶ ἡ ψυχὴ καὶ ὁ θεὸς ὁ τούτων οἰκονόμος καὶ ποιητής. Ἐν τούτοις τοῖς ἓξ τὸ πᾶν τεθεώρηται· εἰσὶ δὲ καὶ ἐν τῇ μεγάλῃ ὑλουργίας ὕλῃ πράγματα ἓξ αὐτοῖς εὐστόχως παραβαλλόμενα· εἰσὶ δὲ ταῦτα· ὕδωρ, αἰθάλη, σῶμα, τέφρα, νεφέλη καὶ πῦρ, καὶ τὰ μὲν <πρῶτα> τέσσαρα τούτων τοῖς ἐξ τοῖς τέσσαρσι στοιχείοις συμπαραβάλλονται· τὸ δέ γε πέμπτον, ἤγουν ἡ νεφέλη, τῇ ψυχῇ παρεικάζεται, τὸ δὲ ἕκτον, δηλονότι τὸ πῦρ, τῷ θεῷ εἰκονίζεται.

---

Fragmenta Alchemica, Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον εἰς τὴν οἰκονομίαν τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 62r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1379.tlg050.local001/.
