Ancient Greek
Volume 2
Fragmenta Alchemica, Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r) 2.275
Not analysed yet
ΠΟΙΗΣΙΣ ΜΑΛΛΟΝ ΤΟΥ ΠΑΝΤΟΣ Ἀλλ' ἐπειδὴ τῆς ἀμφοτέρων διαιτήσεως οὐκ ἀφῃρέθη τὸ κάλυμμα, δίκαιον ἐξ ὑπαρχῆς τὴν ποίησιν τοῦ παντὸς ὑμῖν κόμεως διαγράφειν. Τὸ ξανθὸν μόριον, λέκιθος ἐζεσμένη, λειοῦται ἀσφαλῶς ἐν τῷ χρυσοκομίῳ (?)τῆς τέχνης, ὅ ἐστιν οὐκ ἐν θυείᾳ καὶ δοίδυκι, ἀλλ' ἐν ὀργάνοις μασθωτοῖς εἰσαγομένοις εἰς πύρωσιν χρυσοκομίῳ (?)θερμῷ. Τοῦτο δὲ τὰ ληφθέντα συνενοῦνται τοῖς μὴ ληφθεῖσιν ἐν σκιᾷ λειωθέντα. Ταῦτα οὖν ἑνούμενα δὶς ἀνασπῶνται, καὶ τὸ μένον κάτω πάλιν συσσήπεται τῷ ἄνω, οὐκ ἐν τοῖς θρεπτικοῖς ὀργάνοις τοῖς ἔχουσιν τοὺς κρουνοὺς, ἀλλ' ἐν τοῖς πολοειδέσιν, καὶ τῇ πραείᾳ θέρμῃ ἐντὸς ἡμερῶν μʹ, πλεῖον ἢ ἔλασσον, ἵνα διὰ τῆς σήψεως ἀμετάβλητον φυλαχθῇ τὸ εἶδος.