# Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r) 2.276

Fragmenta Alchemica, Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/fragmenta-alchemica/e-cod-venet-marc-299-fol-97r/2.276

Ὥσπερ γὰρ ἡ κιννάβαρις ἐν τοῖς λέβησιν ὀπτωμένη πάντοθεν πεφιμωμένοις οὖσιν ἀναδίδωσιν τὴν ὑδράργυρον, ἥ ἐστιν ὕδωρ θεῖον λευκὸν καὶ ἄργυρος ὄνομα, ἥ ἐστι ἀποδιδράσκουσα τὰ ἀπολλώνια, «καθάπερ τίς δάφνη παρθένος εἰς τὰ πώματα τῶν λεβήτων ἑαυτὴν αἰωρεῖ,» ἐπαγόμενον ἑνοῦν μετὰ τὴν καθαίρεσιν τοῦ πυρὸς εὑρίσκεται καὶ συλλέγεται πυρίφευκτος οὖσα, οὕτως καὶ ἡ ὑδράργυρος ἡ ἀπὸ τῆς τεχνικῆς κινναβάρεως τῆς σπάνης, τουτέστι τῆς σπανίως εὑρισκομένης, τῆς φρυγίας, λέγω δὴ τῆς φριττομένης ἐτοίμι, τάχα δὲ κυριώτερον τῆς καλουμένης καὶ φρυγίας καὶ ἀποδιδρασκούσης ῥαδίως οὐ μόνον τὸ πῦρ, ἀλλὰ καὶ τὴν ἔρευναν τῶν φρενῶν, αἰθερῶδες πνεῦμα γεγῶσαν. Πρός τε τὸ ὑπερκείμενον ἡμισφαίριον ἀναδραμοῦσα κάτεισί τε καὶ ἄνεισι, τὸ δραστήριον τούτου ἀποφεύγουσα, ἕως ἂν τὴν δραπετὶν ὁρμὴν ἀποθεμένη, τοῦ λοιποῦ σῶφρον γενομένη· οὐκέτι γενόμενον, ἀλλὰ καὶ δυσκάθεκτον καὶ θανατῶδες· περὶ οὗ φησιν ὁ Ἀπόλλων ἐν τοῖς χρησμοῖς· ... καὶ πνεῦμα μελάντερον, ὑγρὸν, ἄχραντον. Τοῦτο λοιπὸν πησσόμενον, πήσσει, καὶ κατεχόμενον, κατέχει· καὶ τοῦτο φάσκουσιν ὡς τὸ πέρας τῆς τέχνης· ὁ σοφὸς ἀνακέκραγεν Ζώσιμος· «Πήγνυται δὲ αὐτὴ τῇ ὁμοίᾳ νεφέλῃ»· καὶ τοῦτό ἐστιν τὸ λεγόμενον τῷ φυσικῷ φιλοσόφῳ· «Τὰ θειώδη βάπτουσι καὶ φεύγουσιν, κατέχονται δὲ ὑπὸ τοῦ συγγενοῦς ὑδραργύρου. Τὸ γὰρ θεῖον λοιπὸν ἕως μιγῇ καὶ τῷ θείῳ θεῖον κρατηθῇ,

---

Fragmenta Alchemica, Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1379.tlg059.local001/.
