# Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r) 2.277

Fragmenta Alchemica, Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r), Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/fragmenta-alchemica/e-cod-venet-marc-299-fol-97r/2.277

καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ καταλλήλου ὑγροῦ.» Διὰ τοῦτο Ζώσιμος ἔλεγεν ἐν βίβλῳ κλειδῶν· «Τάχα οὖν ὑπὸ ἄλλης φύσεως ἡ νεφέλη κατέχεται· ἀκόλουθον ὅτι ἡ φύσις τὴν φύσιν κρατεῖ». Οἱ δὲ ταῦτα θεώμενοι, φησὶν ὁ Δημόκριτος, ἀνακεκράγασιν λέγοντες· «Ὦ φύσεις οὐρανίων φύσεων δημιουργοί. Ὦ φύσεις παμμεγέθεις ταῖς μεταβολαῖς νικῶσαι τὰς φύσεις.« φύσεις οὐρανίους τὰ πολοειδὴ ὄργανα ὀνομάζων, ἐν οἷς τὴν τε γάσαντο καὶ τὴν ἄρσιν τῶν ὑδάτων· οὐ τῶν πρώτων ὑδάτων μόνον φημὶ τῶν διχαζομένων, ἀλλὰ καὶ τῶν ἐσχάτων, ἅπερ οὐχ ὑποδέξονται σταθμοῦ, ἀναγκαῖον μιγνύμενα τοῖς ἀσήπτοις· κἄντε γὰρ ἴσον βάλῃς, ἢ ἔλαττον, ἢ πλεῖον, οὐκ ἀδικηθήσῃ. Κάλλιον· μᾶλλον δὲ, ἧττον βαλέσθαι τὸν χαλκὸν τῷ λειπομένῳ συνθέματι, διὰ τὸ λέγειν Δημόκριτον· «Δεῖ δὲ ἔχειν αὐτὸν καὶ ὀλίγον θεῖον ἄπυρον, ἵνα διαδύῃ τὸ φάρμακον ἐντός»· ὀλίγον εἰπὼν θεῖον ἄπυρον ὅ ἐστιν ἄκαυστον, τουτέστιν τὸν χαλκόν. Καὶ πάλιν ἀεὶ τὸ τέταρτον τοῦ ἀσήμου κατέχειν τὸν χαλκὸν, ἄσημον καλῶν τὸν χαλκὸν, διὰ τὸ ἄγνωστον. Χαλκὸν δὲ τὸ πρῶτον ὕδωρ τὸ ἔνσκιον καὶ φευκτὸν, ἀπὸ μεταφορᾶς τοῦ ἐπισκίου χαλκοῦ· χαλκὸς γὰρ ἄσκιος οὐδέποτε γίνεται, ὥς φησιν ἡ Μαρία. Χαλκὸς δὲ ἄσκιος γίνεται καλυπτομένης αὐτοῦ τῆς σκιᾶς, τουτέστιν τῆς φυγῆς διὰ τῆς οἰκονομίας.

---

Fragmenta Alchemica, Ποίησις μᾶλλον τοῦ παντός (e cod. Venet. Marc. 299, fol. 97r). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1379.tlg059.local001/.
