Ancient Greek · ~3 min
Volume 2
Fragmenta Alchemica, Ποίησις ἀσβέστου (e cod. Venet. Marc. 299, fol. 99v) 2.281
Not analysed yet
ΕΤΕΡΑ ΠΟΙΗΣΙΣ ΑΣΒΕΣΤΟΥ Ἄλλοι δὲ ἄσβεστον μόνην λευκὴν ἐχρήσαντο πρὸς τὴν σῆψιν· ἀλλ' ἐπὶ μὲν τοῦ λευκοῦ κομάρεως ἔβαλλον ὕδατα λευκὰ ὀργανιστὰ, ἐπὶ δὲ τῶν ξανθῶν ἔβαλλεν ὕδατα ξανθά· καὶ πέψεως γενομένης ἡμερῶν τριῶν ἀνεκομίζετο, καὶ προσφάτοις ὁμοειδέσιν προσέπλεκον, ὡς ἐπὶ τῆς πορφύρας τὸ τριακοστόδυον βάλλοντες. Ἔλεγεν γὰρ Ἑρμῆς ὅτι πορφύραν οἱ παλαιοὶ καὶ πορφυρόχρωμον λίθον οἶδαν τὸν ἰόχαλκον. Ἰδοὺ γὰρ Ἑρμῆς, πρὸς τὸν Παύσηριν γράφων, ἔλεγεν ὅτι «Ἐὰν εὕρῃς τὸν πορφυρόχρωμον λίθον, γίνωσκε ὅτι ἐκεῖνός ἐστιν· ἔχεις δὲ αὐτὸν, ὦ Παύσηρι, κεχαραγμένον ἐν τῷ κλειδίῳ·» καίτοι τοῦ Ἑρμοῦ οὐδαμοῦ βαφὴν λίθων ἢ πορφύρας ποιησαμένου συγγραφὴν, ἀλλὰ καὶ τὸ κλείδιον περὶ τῆς κατὰ δύο