Ancient Greek · ~2 min
Chapter 1
Gaius Romanus, Fragmenta 1.Ex Dialogo, vel Disputatione, cum Proclo, sive Proculo, Montanista.
Not analysed yet
Καὶ ἐν τῷ Γαΐου δὲ (inquit Eusebius lib. iii. Hist. cap. 31.) οὗ μικρῷ πρόσθεν (cap. 28. ejusd. lib.) ἐμνήσθημεν διαλόγῳ, Πρόκλος πρὸς ὃν ἐποιεῖτο τὴν ζήτησιν, περὶ τῆς Φιλίππου καὶ τῶν θυγατέρων αὐτοῦ τελευτῆς συνᾴδων τοῖς ἐκτεθεῖσιν οὕτω φησίν· Μετὰ τοῦτον δὲ προφήτιδες τέσσαρες αἱ Φιλίππου γεγένηνται ἐν Ἱεραπόλει τῇ κατὰ τὴν Ἀσίαν· ὁ τάφος αὐτῶν ἐστὶν ἐκεῖ, καὶ ὁ τοῦ πατρὸς αὐτῶν.