Ancient Greek · ~2 min
Book 1
Galen, Ad Glauconem de methodo medendi 1.13
Not analysed yet
Ἀμφημερινὸν δὲ θεραπεύων ὀξυμέλιτί τε χρῶ κατὰ τὰς πρώτας ἡμέρας καὶ τοῖς οὖρα καλῶς προτρέπειν δυναμένοις καὶ τὸ σύμπαν σοι τῆς διαίτης κεφάλαιον τμητικώτερον ἔστω. περὶ δὲ τὴν ἀκμὴν προνοεῖσθαι χρὴ τῆς γαστρὸς, μάλιστα δὲ τοῦ στόματος αὐτῆς. κᾄπειτ’ ἐμεῖν ἀπό τε ῥαφανίδων καὶ σιτίων κελεύειν καὶ τοῖς φλέγμα κενοῦσιν ὑπηλάτοις χρῆσθαι. τὰ δ’ ἄλλα τῆς διαίτης πρὸς τοὺς κοινοὺς ἀποβλέπων σκοποὺς ἐξευρήσεις.