# Adhortatio ad artes addiscendas 4

Galen, Adhortatio ad artes addiscendas, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/adhortatio-ad-artes-addiscendas/4

Τοὺς δέ γε τῆς τύχης συνεπομένους ἅπαντας μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς· ὀχουμένους δ’ ἐπ’ ἐλπίδων ἀεὶ, καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας· ἐνίους μὲν ἐγγὺς, ἐνίους δὲ ποῤῥωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς αὐτῆς ἐξημμένους. Ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον ἐκεῖνον τὸν Λυδὸν ὄψει, καὶ τὸν Πολυκράτην τὸν Σάμιον, καὶ ἴσως θαυμάσεις, τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα χρυσὸν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς. Μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ, καὶ Πρίαμον καὶ Διονύσιον. Ἀλλὰ καὶ τούτων ὀλίγον ὕστερον ὄψει Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν Κῦρον ὑπ’ ἄλλοις. Ὄψει δὲ καὶ Πρίαμον καθειργμένον καὶ Διονύσιον ἐν Κορίνθῳ. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλως τὸν χορόν. εἰσὶ γὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ, καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται φίλων· εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι, καὶ ἅρπαγες· πολλοὶ δὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτων ἱερὰ συλήσαντες.

---

Galen, Adhortatio ad artes addiscendas, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg001.local001/.
