# De antidotis 1.15.50-98

Galen, De antidotis, Book 1, lines 1.15.50-1.15.98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/de-antidotis/1.15.50

Τοῖς δὲ περὶ κύστιν, ἐκ γλυκέος κεκραμένης,
Αἱμοπτυϊκοῖς τε καὶ στόμαχον ἡλκωμένοις.
Τοῖς ῥευματιζομένοις δὲ τὸν θώραχ' ὅλον
Δώσεις, ἀφεψῶν εἰς ὕδωρ δεσμίδιον
Πολίου, τὸ μὲν βέλτιον, ἢ τοῦ Κρητικοῦ,
Ἢ καὶ Σκυθικοῦ τὸ κρεῖσσον, τοῦ Ποντικοῦ
Θᾶττον. στελεῖς γὰρ τὰς φορὰς τῶν ῥευμάτων,
Ἐν τρισὶ δὲ κυάθοις, ὡς προεῖπον, πρόσφερε.
Τινὲς δὲ καὶ τοῖς σφόδρα πονοῦσιν ὠτίον,
Ἀνέντες αὐτὴν ἐν γλυκεῖ τῷ Κρητικῷ
Εἰς τοὺς πόρους ἐνέθεσαν ἔριον διάβροχον.
Ἐχέτω δ' ὁ ποιεῖν ἀντίδοτον θέλων καλὴν,
Πάντα μὲν ἄκρως τὰ μίγματά τ' ἐξηρασμένα,
Τὸν λεγόμενόν τε θηριακὸν πεπονημένον
Ἀρτίσκον οὕτω γεγονόθ', ὡς ὑποδείξομεν.
Ἔστιν γὰρ οὗτος τῶν καλῶν ἐκ μιγμάτων.
Λαβὼν ἐχίδνας τὰς ἀληθεῖς τοῦ θέρους
Τὰς ἀρτιθήρους, τὰς μεγάλας ὡς εἴκοσι,
Μικρῷ τε πλείους, οὐ γάρ ἐστ' αὐτῶν πολὺ,
Ὃ δεῖ λαβόντας σκευάσαι τὸ φάρμακον,
Τῶν μὲν κεφαλῶν ἀπόκοψον, ὡς τρεῖς δακτύλους,
Μικρῷ τε πλείους τῶν ἀπὸ τῆς οὐρᾶς μερῶν,
Πρῶτον κεφαλὰς μὲν, εἶτα τὰς οὐρὰς τότε.
Τοῦτο δὲ ποιεῖν δεῖ προσφάτων ζωσῶν τ' ἔτι,
Εἶτα περιδείρας ῥᾳδίως, ὡς ἐγχέλεις,
Ἔκβαλλέ τ' αὐτὸς καὶ τὸ λίπος αὐτῶν ἅπαν,
Πλύνας τε καθαρῶς, εἰς λοπάδιον ἐντίθει,
Ξηροῦ τ' ἀνήθου σύμμετρον δεσμίδιον,
Ὕδατος δέ τ' ἀρκοῦν παραχέας, ἕψει μέχρι
Ἡ σὰρξ ἀποστῇ ῥᾳδίως τῶν ὀστέων.
Τὸ λοπάδιόν τε βαστάσας ἀπὸ τοῦ πυρὸς,
Τῶν ὀσταρίων τὴν σάρκα καθαρὰν ἀπόβαλε,
Στήσας ἀκριβῶς ἰσοβαρῆ ταύτης σταθμὸν
Τῆς σαρκὸς, ἄρτου τοῦ καθαροῦ τοῦ πυρίνου,
Πρόσμισγε καὶ λείαινε, παραχέων βραχὺ
Τοῦ ζωμαρίου, ποιῶν τὰ λεπτὰ πέμματα,
Ξήραινε καὶ χρῶ θηριακοῖς ἀρτισκίοις.
Σκιλλητικοὺς δὲ σκευάσεις οὕτω πάλιν.
Τῷ πυραμητῷ σκίλλαν εὐμεγέθη λαβὼν,
Λευκήν τε, κάθῃρον πάντα τὸν ξηρὸν φλοιὸν,
Πᾶσαν δὲ ῥίζαν τὴν ξυλώδη περίελε,
Σταιτί τε περιπλάσας ἔμβαλ' αὐτὴν εἰς ἴπνον.
Ὅταν δὲ νομίσῃς πάνυ καλῶς ὀπτὴν,
Τότε στήσας αὐτῆς ὅσον ἄγει λίτρας βάρος,
Ταύτῃ κατάμισγε λεπτοτάτῃ μίαν ἥμισυ
Λίτραν, ἀλεύρου γεγονότος πεφρυγμένων
Ὀρόβων ἐπ' ὀλίγον, καὶ παραχρῆμα λεοτριβῶν,
Ποίησον οὕτω λεπτὰ πάνυ κυκλίσκια,
Ξηρά τε γιγνόμενα, στῆσον ᾗ σοι φίλον·

---

Galen, De antidotis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg078.local001/.
